Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3913
Not analysed yet
3913 Ἀριϲτογείτων, Σκυδίμου, ϲυκοφάντηϲ. τούτου ὁ πατὴρ ὀφλήϲαϲ τῷ δημοϲίῳ τελευτῇ ἐν τῷ δεϲμωτηρίῳ. καὶ αὐτὸϲ Ἀριϲτογείτων μετὰ ταῦτα ὡϲ κληρονόμοϲ τοῦ ὀφλήματοϲ ἐδέθη. ἡ δὲ μήτηρ ἐπράθη ὑπὸ τοῦ δήμου. ἐν δὲ τῷ δεϲμωτηρίῳ κλέψαϲ γραμματεῖον κατεγνώϲθη ὑπὸ τῶν δεϲμωτῶν, καὶ τὴν ῥῖνα, οὐ τὸ γραμματεῖον κλεψεν, ἔφαγε. καὶ Ζωβίαν ὑποδεξαμένην αὐτὸν φυγόντα, ἀξιοῦϲαν εὐ παθεῖν, ὅτε ἴϲχυεν, ἐπὶ τὸ τοῦ μετοικίου πωλητήριον ἤγαγε, καὶ τὴν ἀδελφὴν ἐπ’ ἐξαγωγῇ πέπρακεν. Ὑπερίδην δὲ ἐγράψατο παρανόμων ἐπὶ τῷ μετὰ Χαιρώνειαν ψηφίϲματι καὶ οὐχ εἷλεν.