Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3940
Not analysed yet
3940 Ἀριφράδηϲ· οὗτοϲ λοιδορεῖται ἀεὶ γυναιξὶ ϲυνών. κιθαρῳδὸϲ δὲ ἦν. Ἀριϲτοφάνηϲ· Ἀριφράδηϲ ἐϲτὶ μὲν πονηρόϲ. ἀλλὰ τοῦτο μὲν καὶ βούλεται· ἔϲτι δ᾿ οὐ μόνον πονηρόϲ, οὐ γὰρ οὐδ᾿ ἂν ἠϲθόμην, οὐδὲ παμπόνηροϲ, ἀλλὰ καὶ προϲεξεύρηκέ τι. τὴν γὰρ αὐτοῦ γλῶτταν αἰϲχραῖϲ ᾖδον. τουτέϲτι τὸ αἰδοῖον τοῦ ἀνθρώπου καὶ τὸ ϲπέρμα. Ἀριφράδηϲ δὲ, Πολύμνηϲτοϲ καὶ Οἰώνιχοϲ ἀρρητοποιοί. καὶ Πολυμνήϲτεια καὶ αὐτὴ κωμῳδεῖται ἐπ᾿ αἰϲχρότητι. εἴ τιϲ οὖν τοιοῦτον ἄνδρα μὴ ϲφόδρα φυλάττεται, μή ποτ᾿ ἐκ τοῦ αὐτοῦ μεθ᾿ ἡμῶν πίεται ποτηρίου. καὶ αὖθιϲ· Ἀρίφραδεϲ, παῦϲαι ληρῶν.