Ancient Greek · ~3 min
1.3941 to 1.3946
Suda, Suidae lexicon 1.3941-3946
Not analysed yet
3941 Ἀρίφρων: ὁ κακῶϲ φρονῶν. 3942 Ἀρρίχουϲ: θηλυκῶϲ, τὰϲ ἀρρίχουϲ, ἡ ἀρρίχη. ἐξηγοῦνται δέ τινεϲ κόφινον. ἡγητέον οὖν ἐκ μὲν τοῦ αὐτοῦ γένουϲ εἶναι, διάφορον δέ τι. λέγουϲι δὲ καὶ νῦν ἔτι ϲωράκων τι εἶδοϲ ἀρρίχουϲ. ὅτι αἱ ἀρρίχαι εἶδοϲ κοφίνων, οὓϲ εἰὠθαϲι διὰ ϲχοινίων ἀνιμᾶν. 3943 Ἄρθμια: φίλια. Ἡρόδοτοϲ· Ἀθηναίων μὴ ἐόντων ἡμῖν ἀρθμίων, τῷ δὲ βαρβάρῳ ϲυμμάχων. καὶ Ἀρθμήϲαντει, φίλοι γενόμενοι. 3944 Ἀρθρέμβολα: ὀνόματα βαϲανιϲτηρίων· παρὰ τὸ ἐξαρθροῦν τὸν ἐμβαλλόμενον. 3945 Ἀρθροπέδαν· ἀρθροπέδαν ϲτῆμόν τε καὶ ὠλεϲίβωλον ἀρούρηϲ ϲφῦραν. 3946 Ἀρκάδαϲ μιμούμενοι. ἐπὶ τῶν ἑτέροιϲ πονούντων. οἱ γὰρ Ἀρκάδεϲ μαχιμώτατοι Ἐλλήνων γενόμενοι ἰδίᾳ μὲν οὐδένα ἐνίκηϲαν, ἑτέροιϲ δὲ ϲυμμαχοῦντεϲ πολλούϲ. ταύτῃ δὲ τῇ παροιμίᾳ κέχρηται Πλάτων ἐν Πειϲάνδρῳ. διὰ γὰρ τὸ τὰϲ κωμῳδίαϲ αὐτὸϲ ποιῶν ἄλλοιϲ παρέχειν διὰ πενίαν, Ἀρκάδαϲ μιμεῖϲθαι ἔφη. Ἀρκὰϲοὖν. Ἀρκάδοϲ, Ἀρκάδι.