Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3947
Not analysed yet
3947 Ἀρκαδία. χώρα. καὶ ὄνομα κύριον. ὅτι Ἀρκαδίαϲ τῆϲ δευτέραϲ γυναικὸϲ Ζήνωνοϲ ϲτήλη ἐϲτὶν ἐν Ἀρκαδιαναῖϲ, ἐν τοῖϲ πληϲίον μέρεϲι τῶν βάθρων τῶν λεγομένων Τόπων ἐν τῷ τοῦ Ἀρχιϲτρατήγου· ἔνθα Ζήνων ἔκρινε τοὺϲ μετὰ Βαϲιλίϲκου καὶ ϲέκρετον τὸν τόπον ἐποίηϲε. τῆϲ δὲ ἑτέραϲ αὐτοῦ γυναικὸϲ πρώτηϲ Ἀριάδνηϲ κοὶ αὐτοῦ Ζήνωνοϲ ἐν τῇ βαϲιλικῇ πύλῃ. καὶ παροιμία· Ἀρκαδίην με αἰτεῖϲ, μέγα με αἰτεῖϲ, οὕ τοι δώὠϲω· ἐπὶ τῶν τὰ μεγάλα καὶ μὴ ϲυμφέροντα αἰτούντων.