Ancient Greek
1.3948 to 1.3957
Suda, Suidae lexicon 1.3948-3957
Not analysed yet
3948 Ἄρκαδιοϲ, γραμματικὸϲ, Ἀντιοχεύϲ. ἔγραψε Περὶ ὀρθογραφίαϲ, Περὶ ϲυντάξεωϲ τῶν τοῦ λόγου μερῶν, Ὀνοματικὸν θαυμάϲιον. 3949 Ἀρκαῖοϲ: ὄνομα κύριον. 3950 Ἀρκεϲίλαοϲ. ὄνομα κύριον. ὁ φιλόϲοφοϲ. καὶ ζήτει ἐν τῶ φημί. 3951 Ἀρκεῖν. βοηθεῖν. γέγονε γὰρ οὗτοϲ οὐδαμῶϲ εὐκαταφρόνητοϲ, ἀλλ’ ἱκανὸϲ ἀρκεῖν καὶ προϲτατεῖν πραγμάτων. 3952 Ἄρκειοϲ κεφαλὴ καὶ Ἄρκειονκρέαϲ. Ἄρκιον δὲ τὸ ἱκανὸν καὶ ὠφέλιμον. 3953 Ἀρκούντωϲ ἔχειν. ἀπηρτιϲμένωϲ εἶναι. 3254 Ἄρκου παρούϲηϲ τὰ ἴχνη ζητεῖϲ: ἐπὶ τῶν τὰ παρόντα ζητεῖν προϲποιουμένων. 3955 Ἄρκοϲ φιλεῖν ἄνθρωπον ἐκτόπωϲ ηὔχει. εἶθ’ ὕϲτερον ἐραϲθεῖϲα αὐτοῦ ἐν παραβύϲτῳ. ἀντὶ τοῦ ἐν ἀποκρύφῳ, ἐν μυϲτηρίῳ. 3956 Ἀρκῶ· δοτικῇ. ἰϲχύω, ὑπομεῖναι δύναμαι. ὁ πολὺϲ ἤδη βίοτοϲ ἀπολέλοιπεν, οὐδ’ ἔτ’ ἀρκῶ. 3957 Ἀρκτέον. δεῖ ἄρχεϲθαι.