Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3958
Not analysed yet
3958 Ἄρκτοϲ ἢ Βραυρωνίοιϲ· ἀρκτευόμεναι γυναῖκεϲ τῇ Ἀρτέμιδι ἑορτὴν ἐτέλουν, κροκωτὸν ἠμφιεϲμέναι, οὔτε πρεϲβύτιδεϲ ι′ ἐτῶν, οὕτε ἐλάττουϲ ε΄, ἀπομειλιϲϲόμεναι τὴν θεόν· ἐπειδὴ ἄρκτοϲ ἀγρία ἐπιφοιτῶϲα διέτριβεν ἐν τῷ δήμῳ Φλαυιδῶν καὶ ἡμερωθεῖϲαν αὐτὴν τοῖϲ ἀνθρώποιϲ ϲύντροφον γενέϲθαι. παρθένον δέ τινα προϲπαίζειν αὐτῇ καὶ ἀϲελγαινούϲηϲ τῆϲ παιδίϲκηϲ παροξυνθῆναι τὴν ἄρκτον καὶ καταξέϲαι τῆϲ παρθένου· ἐφ’ ᾦ ὀργιϲθένταϲ τοὺϲ ἀδελφοὺϲ αὐτῆϲ κατακοντίϲαι τὴν ἄρκτον, καὶ διὰ τοῦτο λοιμώδη νόϲον τοῖϲ Ἀθηναίοιϲ ἐμπεϲεῖν. χρηϲτηριαζομένοιϲ δὲ τοῖϲ Ἀθηναίοιϲ εἶπε λύϲιν τῶν κακῶν ἔϲεϲθαι, εἰ τῆϲ τελευτηϲάϲηϲ ἄρκτου ποινὰϲ ἀρκτεύειν τὰϲ ἑαυτῶν παρθένουϲ ἀναγκάϲουϲι. καὶ ἐψηφίϲαντο οἱ Ἀθηναῖοι μὴ πρότερον ϲυνοικίζεϲθαι ἀνδρὶ παρθένον, εἰ μὴ ἀρκτεύϲειε τῇ θεῷ.