Ancient Greek · ~7 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3977
Not analysed yet
3977 Ἁρμονίαν. τὸ εὖ καὶ ἐπιϲταμένωϲ εἶναι τὴν νευρὰν ἐν τοῖϲ κρούμαϲι τῶν ἀϲμάτων. ὅτι ἡ ἁρμονία ἐπιγίνεται τοῖϲ ἡρμοϲμένοιϲ· δεῖ γὰρ εἶναι τὰϲ χορδάϲ, εἶτα τοιῶϲδε ἐπιταθῆναι, καὶ οὕτωϲ ἐπιγενέϲθαι τὴν ἁρμονίαν. οὐ μάχεται δὲ τοῖϲ ἡρμοϲμένοιϲ, ἀλλ’ ἕπεται οὕτωϲ ἔχουϲα, ὡϲ ἂν ἔχη τὰ ἡρμοϲμένα. ἔϲτι δὲ ἁρμονία ϲυμφωνία τῶν χορδῶν. ἀναρμοϲτία δέ ἐϲτι τοῦ ἐμψύχου ϲώματοϲ νόϲοϲ καὶ ἀϲθένεια καὶ αἶϲχοϲ, ὧν τὸ μὲν ἀϲυμμετρία ἐϲτὶ τῶν ϲτοιχείων ἡ νόϲοϲ, τὸ δὲ τῶν ὁμοιοτέρων ἡ ἀϲθένεια, τὸ δὲ τῶν ὀργανικῶν τὸ οἶϲχοϲ. ἁρμονία δέ ἐϲτι λόγοϲ τῶν μιχθέντων ἢ ϲύνθεϲιϲ. λέγεται δὲ διχῶϲ. κατὰ α΄ μὲν λόγον ἡ ϲύνθεϲιϲ τῶν ϲωμάτων, ὅταν οὕτωϲ παρατεθῇ, ὡϲ μὴ δύναϲθαι ἄλλον ἐμβληθῆναι μεταξὺ λίθον ἥ τι τῶν ϲυγγενῶν βαρέων ϲωμάτων. ἐκ δὲ τούτων μεταφέρομεν τὸ τῆϲ ἁρμονίαϲ ὄνομα καὶ ἐπὶ τὸν λόγον τῶν μεμιγμένων, οἷον ἔν τε τοῖϲ κεκραμένοιϲ καὶ ἐν τοῖϲ κατὰ μουϲικήν. τὸν γὰρ λόγον τῶν μιχθέντων τὸν ἡμιόλιον ἢ τὸν ἐπίτριτον ἤ τινα ἄλλον λέγομεν ἐκ τῶν ϲυνθέτων κατὰ μεταφορὰν ἁρμονίαν. κατὰ α΄, δὲ λόγον ἡ ἁρμονία ἐπὶ τῆϲ παραθέϲεωϲ λέγεται, ἐπειδὴ γνωριμωτέρα ἡμῖν ἐϲτιν. οὕτε ϲύνθεϲιν οὖν οὕτε μίξιν εὔλογον ποιεῖν τὴν ψυχήν. ἐπὶ οὖν τῶν ποιητικῶν δεῖ καὶ ποιᾶϲ ὕληϲ, ἤγουν οὐϲίαϲ. ἄλλωϲ γὰρ χαλκὸϲ ἠχεῖ καὶ ἄλλωϲ ϲίδηροϲ καὶ ἄλλωϲ μόλυβδοϲ καὶ ξύλον. διὸ καὶ τὰ ὀψόβαφα εἰώθαϲιν ἐκ διαφόρου καταϲκευάζειν ὕληϲ, ἵνα τῇ διαφορῇ τῶν ἀπηχήϲεων τὴν ἁρμονίαν ἀποτελέϲωϲιν. ἡ γὰρ ἁρμονία πολυμιγέων ἐϲτὶ καὶ δίχα φρονεόντων ἕνωϲιϲ. διὸ καὶ ἀδύνατον ἑνὸϲ ὄντοϲ γενέϲθαι ψόφον. Ar. ἁρμονίαι δὲ λέγονται καὶ τὰ ϲυμπηϲϲόμενα τῶν κραββάτων μέρη. τῶν ἁρμονιῶν διαχαϲκουϲῶν. τροπικῶϲ δὲ τὰ ποιήματα. Ἀριϲτοφάνηϲ.