Ancient Greek · ~8 min
1.3978 to 1.3995
Suda, Suidae lexicon 1.3978-3995
Not analysed yet
3978 Ἁρμονίδηϲ: ὄνομα κύριον. 3979 Ἁρμοϲταί: οἱ ἀπὸ βαϲιλέωϲ ϲτελλόμενοι εἰϲ ἔθνη. οἱ δὲ φαλίϲκοι οὐδενὶ προϲεῖχον τῶν ἐπιχωρίων ἁρμοϲτῇ πάνταϲ ὑφορώμενοι. Harp. Ἀρμοϲταὶ οὖν οἱ ὑπὸ Λακεδαιμονίων εἰϲ τὰϲ ὑπηκόουϲ πόλειϲ ἄρχοντεϲ ἐκπεμπόμενοι. 3980 Ἀρμὸττων· δοτικῇ. ϲυνάπτων. καὶ Ἁρμόζων· δοτικῇ. 3981 Ἁρμοῖ που: ἀρτίωϲ, νεωϲτί. οὕτω που Καλλίμαχοϲ ἐν Ἑκάλῃ ἁρμοῖ που κἀκείνῳ ἐπέτρεχεν ἀβρὸϲ ἴουλοϲ. 3982 Ἀρνακίδα. Ἀρνακίϲ, τὸ τοῦ ἀρνοῦ κᾡδιον, τὸ μετὰ τῶν ἐρίων δέρμα. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· οἴμοι τίϲ ἂν δῆτ’ ἐπιβάλοι ἐξ ἀρνακίδων γνώμην ἀποϲτερητρίδα; ἔπαιξε δὲ πρὸϲ τὸ ἀρνεῖϲθαι, παρο νομάϲαϲ ἀπὸ τῶν ἀρνῶν, καὶ τοῦ ἀρνεῖϲθαι τοὺϲ δανειϲτάϲ. τὸ δὲ ἀποϲτερητρίδα ἅμα μὲν ἀπὸ τοῦ ἀποϲτερεῖν, ἄμα δὲ καὶ ἀντὶ τοῦ περιβόλαιον. 3983 Ἀρναῖοϲ: ὄνομα κύριον. 3984 Ἀρνευτήρ. κυβιϲτητήρ. 3985 Ἄρνη: πόλιϲ Βοιωτίαϲ. 3986 Ἀρνίον ϲοι λελάληκεν· ἐν Αἰγύπτῳ, ὥϲ φαϲιν, ἀνθρωπείᾳ φωνῇ ἐλάληϲεν. εὑρέθη δὲ ἔχον ἐν τῇ κεφαλῇ βαϲίλειον δράκοντα ὑπὲρ τῆϲ κεφαλῆϲ αὐτοῦ πτερωτὸν, ἔχοντα μῆκοϲ πήχεων δ΄, καί τινι λελάληκε τὰ μέλλοντα. 3987 Ἀρνουφιϲ· οὗτοϲ Αἰγύπτιοϲ ἦν φιλόϲοφοϲ, ὃϲ ϲυνὼν Μάρκῳ, τῷ βαϲιλεῖ Ῥωμαίων, τῷ φιλοϲόφῳ, δίψει ποτὲ καμνόντων τῶν Ῥωμαίων ἐξαίφνηϲ ποιῆϲαι νέφη τε ἀγερθῆναι ζοφώδη καὶ ὄμβρον ἀφεῖναι λάβρον ἅμα βρονταῖϲ τε καὶ ϲέλαϲιν ἐπαλλήλοιϲ. καὶ τοῦτο ϲοφίᾳ τινὶ ἐργάϲαϲθαι Ἄρνουφιν. οἱ δέ φαϲιν Ἰουλιανὸν τὸν Χαλδαῖον τοῦτο πεποιηκέναι τὸ θαυμάϲιον. 3988 Ἀρνυμένη: ἀντικαταλλάϲϲουϲα. ζώειν γὰρ δίχα παντὸϲ ὀνείδεοϲ ἤθελ᾿ ἑκάϲτα, ξεῖνε, τὸν ἐκ χειρῶν ἀρνυμένα βίοτον. καὶ Ἄρνυϲθαι, ἀντικαταλλάϲϲεϲθαι. ὅθεν καὶ τὸ μιϲθαρνεῖν, τὸν μιϲθὸν ἀντί τινοϲ λαμβάνειν λέγεται. λαμβάνεται δὲ ἀντὶ τοῦ περιποιούμενοι καὶ ἀντὶ τοῦ φυλάττων. οὕτωϲ Πλάτων. 3989 Ἄρομα: τὸ ἀροτρίαϲμα. Ἄρωμα δὲ διὰ τοῦ ω μεγάλου τὸ μυρεψικόν. καὶ Ἀρόϲιμον κλίμα, τὸ ἀροτριούμενον. 3990 Ἀρουραία μάντιϲ. ἐπὶ τῶν νωθρῶν καὶ ἀπράκτων. ἔϲτι δὲ ἀκρὶϲ δυϲκίνητοϲ, χλωρὰ, καλουμένη μάντιϲ, ἧϲ τινεϲ προϲέχοντεϲ ταῖϲ κινήϲεϲι μαντεύονται. ὅτι ἡ ἄρουρα ἔχει πόδαϲ ν΄. 3991 Ἀροῦϲιν: ἐπάρωϲιν, ὑψώϲουϲιν. 3992 Ἆρον· ἆρεϲ δέ. 3993 Ἀρωγή: ἡ βοήθεια. καὶ Ἀρωγόϲ, βοηθόϲ. ὠφέλιμοϲ. 3994 Ἀρρωδία. ὁ φόβοϲ. Ἡρόδοτοϲ· ἀρρωδία ἦν τὸ πεῖθον. 3995 Ἀρρωλοϲ: ὄνομα πόλεωϲ.