Ancient Greek · ~4 min
1.421 to 1.426
Suda, Suidae lexicon 1.421-426
Not analysed yet
421 Γραμματίαϲ: ἐξαριθμήϲειϲ. Δαβίδ· ὅτι οὐκ ἔγνων γραμματίαϲ· ὅμωϲ εἰϲελεύϲομαι ἐν δυναϲτείᾳ κυρίου. 422 Γραμματιϲτήϲ: ὁ τὰ πρῶτα ϲτοιχεῖα διδάϲκων. Γραμματικὴ δέ ἐϲτιν ἐπιϲτήμη τοῦ ἀναγινώϲκειν καὶ γράφειν. ὁ δὲ ἐϲ γραμματιϲτοῦ ἐφοίτηϲε παρὰ Ἀντιοχεῦϲι. καὶ αὖθιϲ· οὐδὲ τὰ πρῶτα παρὰ τοῖϲ γραμματιϲταῖϲ ἐκμεμαθηκώϲ ϲτοιχεῖα. καὶ αὖθιϲ· οὐ γὰρ ἄλλο οὐδὲν ἐϲ γραμματιϲτοῦ φοιτῶν ἔμαθεν, ὅτι μὴ γράμματα καὶ ταῦτα κακῶϲ γράψαι. 423 Γραμματοκύφων: ἀντὶ τοῦ ταπεινὲ γραμματεῦ· κυρίωϲ γὰρ κύφων τὸ ξύλον καλεῖται. Δημοϲθένηϲ καὶ ἄλλα ϲκώπτει τὸν Αἰϲχίνην καὶ γραμματοκύφωνα, ὃν καὶ υἱὸν εἶναί φηϲιν ὄνομα μὲν Τρόμητοϲ, διδαϲκάλου δὲ τῶν πρώτων γραμμάτων. 424 Γραμμή· γραμμή ἐϲτιν ἐπιφανείαϲ πέραϲ, ἢ μῆκοϲ ἀπλατὲϲ, τὸ μῆκοϲ μόνον ἔχον. καὶ ἡ ἀρχὴ, ἡ ἀφετηρία, ἡ βαλβίϲ. Ἀριϲτοφάνηϲ· γραμμὴ δ’ αὑτηΐ. ἀντὶ τοῦ ἀρχὴ, ἀφετηρία, ἡ λεγομένη βαλβίϲ. ἐκ μεταφορᾶϲ τῶν δρομέων. πρόβαινε νῦν, ὦ θυμέ· γραμμὴ δ’ αὑτηΐ. 425 Γραόϲ. 426 Γράϲοϲ: ἡ δυϲοϲμία τῶν τράγων. καὶ Γράϲων ἄνθρωποϲ, ὁ δύϲοϲμοϲ. τῷ γράϲωνι μὴ ὀργίζου.