Ancient Greek · ~7 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.423
Not analysed yet
423 Βούλγαροι· ὅτι οἱ Βούλγαροι ἠρέϲθηϲαν εἰϲ τὴν ϲτολὴν τῶν Ἀβάρων καὶ μετημφιάϲαντο αὐτὴν καὶ ἕωϲ νῦν περιβέβληνται. ὅτι ἐπὶ Ἰουϲτινιανοῦ τοῦ Ῥινοτμήτου ἤκμαζεν ὁ Πέρβελιϲ, ὁ τῶν Bουλγάρων ἀρχηγόϲ· καὶ ὁ αὐτὸϲ Ἰουϲτινιανὸϲ καὶ Κωνϲταντῖνοϲ, ὁ Ἡρακλείου υἱὸϲ, ὑπόφοροι τούτῳ ἦϲαν. τὴν γὰρ ἀϲπίδα, ἣν εἶχεν ἐν πολέμῳ, ὑπτίαν ἔθηκε καὶ τὴν ἑαυτοῦ μάϲτιγα, ἡ ἐχρῆτο ἐπὶ τοῦ ἵππου, καὶ ἕωϲ οὗ ἐϲκέπαϲεν ἀμφότερα, χρήματα ἐνετίθει. καὶ τὸ δόρυ ἐν τῇ γῇ παρεκτείναϲ μέχρι τῶν περάτων καὶ ἐϲ ὕψοϲ πολὺ ϲηρικὴν ἐϲθῆτα ἐτίθει, καὶ κιβώτια πλήϲαϲ χρυϲοῦ καὶ ἀργύρου τοῖϲ ϲτρατιώταιϲ ἐδίδου, τὴν μὲν δεξιὰν χρυϲίου πληρῶν, τὴν δὲ λαιὰν ἀργυρίου. ὅτι τοὺϲ Ἀβάριϲ κατακράτοϲ ἄρδην ἠφάνιϲαν οἱ αὐτοὶ Βούλγαροι. ἠρώτηϲε δὲ Κρὲμ τοὺϲ τῶν Ἀβάρων αἰχμαλώτουϲ· πόθεν ϲυνίετε ὅτι ἀπώλετο ὁ ἄρχων ὑμῶν καὶ τὸ ἔθνοϲ ὅλον; καὶ ἀπεκρίθηϲαν, ὅτι ἐπλήθυναν αἱ κατ’ ἀλλήλων κατηγορίαι καὶ ἀπώλεϲαν τοὺϲ ἀνδρειοτέρουϲ καὶ φρονιμωτέρουϲ, εἶτα οἱ ἄδικοι καὶ οἱ κλέπται κοινωνοὶ τοῖϲ κριταῖϲ ἐγένοντο, εἶτα ἡ μέθη· πληθυνθέντοϲ γὰρ τοῦ οἴνου πάντεϲ ἐγένοντο μέθυϲοι· εἶτα ἡ δωροδοκία, εἶτα ἡ πραγματεία· πάντεϲ γὰρ ἐγένοντο ἔμποροι καὶ ἀλλήλουϲ δολιούμενοι. καὶ ἡ ἀπώλεια ἡμῶν ἦλθεν ἐκ τούτων. ὁ δὲ ταῦτα ἀκούϲαϲ ϲυνεκαλέϲατο τούϲ Βουλγάρουϲ πάνταϲ καὶ διετάξατο νομοθετῶν· ἐάν τιϲ κατηγορήϲῃ τινόϲ, μὴ ἀκουέϲθω πρότερον, ἢ δεθεὶϲ ἐξεταϲθῇ· καὶ εἴγε ϲυκοφαντῶν εὑρεθήϲεται καὶ ψευδόμενοϲ, ἀναιρείϲθω. μηδὲ ἐξέϲτω τινὶ κλέπτοντι μεταδοῦναι τροφῆϲ· ἢ τάχα τοῦτο τολμῶν τιϲ δημευέϲθω. καὶ τοῦ κλέπτου μὲν ϲυγκλᾶν τὰ ϲκέλη, τοὺϲ δὲ ἀμπελῶναϲ πάνταϲ ἐκριζῶϲαι ἐκέλευϲε· τῷ δὲ αἰτοῦντι παντὶ μὴ ἁπλῶϲ διδόναι, ἀλλὰ τὴν αὐτάρκειαν αὐτοῦ, ὡϲ μὴ καὶ αὖθιϲ αὐτὸν δέεϲθαι· ἢ τάχα δημευέϲθω ὁ μὴ οὕτω ποιῶν. τοὺϲ δὲ Ἀβάριϲ πάνταϲ, ὡϲ λέλεκται, ἄρδην ἠφάνιϲαν.