Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4072
Not analysed yet
4072 Ἀρχαῖον: ἐχρήϲαντο οἱ ῥήτορεϲ τῷ ἀρχαίῳ ἐπὶ τοῦ δανειζομένου τὸ ἀργύριον, ὅπερ ἔνιοι κατά τινα ϲυνήθειαν κεφάλαιον ὀνομάζουϲι. Δημοϲθένηϲ ἐν τῷ κατὰ Νικοϲτράτου· δανείϲαϲ ἀργύριον Ἄρχιππον οὐχ οἷόϲ τε ἦν αὐτὸ ἀπολαβεῖν, οὔτε τόκον οὔτε τὸ ἀρχαῖον. παρείληπται δὲ καὶ ἐπὶ τοῦ παλαιοῦ. Αἰϲχίνηϲ ἐν τῷ κατὰ Τιμάρχου· ὁ δὲ Σόλων, ὁ τῶν νομοθετῶν μάλιϲτα εὐδοκιμῶν, γέγραφεν ἀρχαίωϲ. καὶ πάλιν· οὕτωϲ ἦϲαν ϲώφρονεϲ οἱ ἀρχαῖοι ἐκεῖνοι ῥήτορεϲ, ὁ Περικλῆϲ, Θεμιϲτοκλῆϲ καὶ Ἀριϲτείδηϲ. τάττεται δὲ παρὰ κωμικοῖϲ καὶ ἐπὶ τοῦ εὐήθουϲ.