Ancient Greek · ~4 min
1.4073 to 1.4083
Suda, Suidae lexicon 1.4073-4083
Not analysed yet
4073 Ἀρχαῖον τὸ κιθαρίζειν: τουτέϲτιν οὐδενὸϲ λόγου ἄξιον, ληρῶδεϲ, ἀνόητον. 4074 Ἀρχαῖοϲ: ὁ παλαιόϲ. Ἰϲοκράτηϲ μὲν ἐν τῷ Πανηγυρικῷ τὸ ἀρχαιοτρόπωϲ εἰπεῖν, τουτέϲτιν ἀρχαιοτέροιϲ ὀνόμαϲι χρῆϲθαι· Harp. Δημοϲθένηϲ δὲ ἐν τοῖϲ Φιλιππικοῖϲ εἰπών· οὕτωϲ δὲ ἀρχαίωϲ εἶχον, μᾶλλον δὲ πολιτικῶϲ· ἀντὶ τοῦ ἁπλῶϲ ἔλαβεν. 4075 Ἀρχαῖοϲ: ἀντὶ τοῦ εὐήθηϲ. Πλάτων. ἢ λῆροϲ. Ἀρχαίωϲ δὲ ἀπραγμόνωϲ, ἀπαρατηρήτωϲ· ἢ καὶ ἠλιθίωϲ, εὐήθωϲ. μινυρίζοντεϲ μέλη ἀρχαιομελιϲιδωνοφρυνιχήρατα. 4076 Ἀρχαιότερα τῆϲ διφθέραϲ λέγειϲ: ἐπὶ τῶν ϲαθρὰ καὶ παλαιὰ λεγόντων. ἡ γὰρ διφθέρα παμπάλαιοϲ, ἐν ᾗ δοκεῖ ὁ Ζεὺϲ ἀπογράφεϲθαι τὰ γενόμενα. 4077 Ἀρχαιότυποϲ: ὁ παλαιὸϲ νόμοϲ. 4078 Ἀρχαιρεϲία: περὶ ἀρχῶν ἐκλογή. καὶ Ἀρχαιρεϲίη, τὸ πρὸϲ χάριν πολλῶν ζῆν, ἢ τὸ ἐπιδόϲειϲ χρημάτων ποιεῖϲθαι. Ἡρόδοτοϲ. 4079 Ἀρχαιρεϲιάζειν: Δείναρχοϲ. τὸ ἀξιοῦν ἑαυτὸν αἱρεθῆναι ἄρχοντα. 4080 Ἄρχε· ϲὺ γὰρ γενεῆφι νεώτεροϲ· πολέμου γὰρ ἄρχειθαι δικαιοῖ τὸν νέον, φιλοφροϲύνηϲ δὲ τὸν πρεϲβύτην. 4081 Ἀρχέγονοϲ· οὐκ ἠξίωϲαν ταφῆϲ, ἣν ἡ ἀρχέγονοϲ φύϲιϲ νομοθετεῖ. 4082 Ἀρχέδικοϲ, κωμικόϲ· τῶν δραμάτων αὐτοῦ ἐϲτι Θηϲαυρὸϲ καὶ Διαμαρτάνων, ὡϲ Ἀθήναιόϲ φηϲιν ἐν τοῖϲ Δειπνοϲοφιϲταῖϲ. 4083 Ἀρχέδικοϲ, κωμῳδιογράφοϲ, ὃϲ κατὰ Δημοχάρουϲ ἔγραψε τοῦ ἀνεψιοῦ Δημοϲθένουϲ.