Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4084
Not analysed yet
4084 Ἀρχέλαοϲ, Ἀπολλοδώρου ἢ Μίδωνοϲ, Μιλήϲιοϲ, φιλόϲοφοϲ, φυϲικὸϲ τὴν αἵρεϲιν κληθείϲ. ὅτι ἀπὸ Ἰωνίαϲ πρῶτοϲ τὴν φυϲιολογίαν ἤγαγεν· Ἀναξαγόρου μαθητὴϲ τοῦ Κλαζομενίου, τοῦ δὲ μαθητὴϲ Σωκράτηϲ· οἱ δὲ καὶ Εὐριπίδην φαϲίν. ϲυνέταξε δὲ φυϲιολογίαν κοὶ ἐδόξαζε τὸ δίκαιον καὶ αἰϲχρὸν οὐ φύϲει εἶναι, ἀλλὰ νόμῳ. ϲυνέτοξε καὶ ἄλλα τινά. ὅτι Βαϲίλειοϲ, ἐπίϲκοποϲ Εἰρηνουπόλεωϲ, τὴν φρένα καὶ τὴν ἄϲκηϲιν τῷ ὁμωνύμῳ Βαϲιλείῳ Καιϲαρείαϲ ἐοικὼϲ, ἔγραψε κατὰ Ἀρχελάου πρεϲβυτέρου Κολωνείαϲ.