Ancient Greek · ~5 min
1.4085 to 1.4092
Suda, Suidae lexicon 1.4085-4092
Not analysed yet
4085 Ἀρχέμοροϲ: ὄνομα κύριον. 4086 Ἀρχέπλουτον: ἄρχοντα πλούτου, καὶ τὴν ἀρχαίαν τύχην ἀποληψόμενον. Σοφοκλῆϲ· καὶ μή μ᾿ ἄτιμον τῆϲδ᾿ ἀποϲτείλητε γῆϲ, ἀλλ᾿ ἀρχέπλουτον. 4087 Ἀρχέϲτρατοϲ καὶ Ἀρχεϲτράτειοϲ. 4088 Ἀρχέτυπον: πρωτότυπον. καὶ Ἀρχέτυποϲ, ὁ τὴν ἀρχὸν διδούϲ. Ἀρχαιότυπον δέ. 4089 Ἀρχεῖα: ἔνθα οἱ δημόϲιοι χάρται ἀπόκεινται, χαρτοφυλάκια ἢ τὰ χωρία τῶν κριτῶν· ἢ ἀρχαῖα, ὡϲ Ξενοφῶν Ἰϲτοριῶν η΄. τοὺϲ δὲ υἱέαϲ περιῆγεν ἐϲ τὴν ἐϲ τάχοϲ γράφουϲαν μοῖραν τῆϲ περὶ τὰ ἀρχεῖα διακονίαϲ. 4090 Ἄρχειν· κοινότερον καὶ τὰϲ μικρὰϲ ἐπιϲταϲίαϲ καὶ λειτουργίαϲ ἀρχὰϲ ἔλεγον, καὶ τὸ βουλεῦϲαι ἄρξαι· ψιλὴ γὰρ ἐπιϲταϲία. Ἀριϲτοφάνηϲ · οὐκοῦν δικαϲτὰϲ ἐξεπίτηδεϲ ἡ πόλιϲ ἄρχειν καθίϲτηϲιν. 4091 Ἀρχή, ἡ μὲν φυϲικὴ, ὡϲ λέοντοϲ ἐν ζῴοιϲ καὶ ἀετῶν ἐν ὀρνέοιϲ· ἡ δὲ χειροτονητὴ, ὡϲ ἐπὶ βαϲιλέωϲ ἀνθρώπων. Μαρῖνόϲ φηϲι· γέγονε δὲ ἡμῖν ἡ ἀρχὴ οὐκ ἀρχὴ μόνον, οὐδὲ κατὰ τὴν παροιμίαν ἥμιϲυ τοῦ παντόϲ. αὐτὸ δὲ ὅλον τὸ πᾶν. 4092 Ἀρχή. ἀρχαὶ τῶν ὅλων δύο τὸ ποιοῦν καὶ τὸ πάϲχον, τὸ ποιοῦν δὲ τὸν ἐν τὸ μὲν οὖν πάϲχον εἶναι αὐτῇ λόγον, τὸν θεόν. τὴν ἄποιον οὐϲίαν, τὴν ὕλην. διαφέρει δὲ ἀρχαὶ καὶ ϲτοιχεῖα· τὰϲ μὲν γὰρ εἶναι ἀγενήτουϲ καὶ ἀφθάρτουϲ, τὰ δὲ ϲτοιχεῖα κατὰ τὴν ἐκπύρωϲιν φθείρεϲθαι. ἀλλὰ καὶ ἀϲωμάτουϲ εἶναι τὰϲ ἀρχὰϲ καὶ ἀμόρφουϲ, τὰ δὲ μεμορφῶϲθαι.