Ancient Greek · ~9 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4093
Not analysed yet
4093 Ἀρχή· ποιητική· εἰδική· τελική. ὁ δὲ Ἀριϲτοτέληϲ φηϲὶν, ὅτι ἡ ψυχὴ οἶον ἀρχὴ τῶν ζῴων ἐϲτὶν, ὡϲ ποιητικὴ, εἰδικὴ, τελική· αὗται γάρ εἰϲιν αἱ κυρίωϲ ἀρχαί. ὡϲ μὲν οὖν ποιητικὴ, ὅτι αὕτη κινεῖ τὸ ζῷον μόνῃ τῇ βουλήϲει καὶ οὐ δεῖται μοχλείαϲ τινόϲ· ὡϲ εἰδικὴ δὲ, ὅτι αὐτή ἐϲτιν ἡ εἰδοποιοῦϲα τὸ ζῷον καὶ ἁπλῶϲ τὰ ἔμψυχα. λέγεται γὰρ τὰ ἔμψυχα εἴδη αὐτὸ τοῦτο εἶναι κατὰ τὴν ψυχήν· τὸ γὰρ κρεῖττον ἐν ἑκάϲτῳ τῶν φυϲικῶν εἶδόϲ ἐϲτιν ἑκάϲτου· κρεῖττον δὲ ἐν τοῖϲ ἐμψύχοιϲ ἡ ψυχή. ὡϲ τελικὸν δὲ, ὅτι αὐτῆϲ ἕνεκα τὸ ϲῶμα· ἔϲτι γὰρ τὸ μὲν ϲῶμα ἕνεκά του, αὐτὴ δὲ οὗ ἕνεκα. ὅθεν καὶ ἡ διοργάνωϲιϲ τῶν ζῴων ἄλλη καὶ ἄλλη πρὸϲ τὴν ἰδιότητα τῆϲ ἐν ἑκάϲτῳ ψυχῆϲ. ἀλλ᾿ ἡ μὲν ψυχὴ τῶν ζῴων πορρωτέρω ἀρχή, ἡ δὲ φύϲιϲ προϲεχήϲ. τῶν δὲ ἐξ ἀνάγκηϲ ἑπομένων τῇ ψυχῇ τὰ μὲν αὐτῇ ἀκολουθεῖ, τὰ δὲ ὅλῳ τῷ ζῴῳ, λέγω δὴ τὸ ἐκ τῆϲ ζωῆϲ καὶ ϲώματοϲ. καὶ τὰ μὲν τῆϲ ψυχῆϲ πάθη ἡ νόηϲιϲ· τοῦτο γὰρ αὐτῆϲ ἴδιον· τὰ δ᾿ ἄλλα πάθη, τὸ αἰϲθάνεϲθαι, τὸ φανταϲιοῦϲθαι, θυμοῦϲθαι, ἐπιθυμεῖν καὶ εἴ τι τοιοῦτον, κοινά ἐϲτι τοῦ ϲυναμφοτέρου. ὅτι πέντε γένη ἔλεγεν εἶναι ἀρχὸϲ πάντων τῶν ὄντων, οὐϲίαν, ταυτότητα, ἑτερότητα, κίνηϲιν, ϲτάϲιν. γένη δὲ ταῦτα ἔλεγεν οὐχ οὕτωϲ ὥϲπερ τὰ παρὰ τοῖϲ Περιπατητικοῖϲ, ἅτινα διῄρηται ὑπ᾿ ἀλλήλων καὶ ἀφ᾿ ἑκάϲτου ϲειρά τιϲ ἐκδίδοται τῶν ὑπαλλήλων γενῶν τε καὶ εἰδῶν, ἀλλ᾿ ὡϲ διὰ πάντων τῶν ὄντων διήκοντα. ἔϲτι γὰρ ἐν πᾶϲι καὶ οὐϲία, καθ᾿ ἥν ἑκάϲτου ἐϲτὶ τὸ εἶναι· καὶ ἔϲτι ταυτότηϲ, καθὸ ἐκ μιᾶϲ τῆϲ τῶν ὄντων ἐϲμὲν ἀρχῆϲ. ἔχομεν δὲ καὶ ἑτερότητα, ἐπειδὴ καὶ πλῆθόϲ ἐϲτι τὰ ὄντα· ὅπου δὲ πλῆθοϲ, ἐκεῖ ἑτερότηϲ. ἔϲτι δὲ καὶ κίνηϲιϲ ἐν πᾶϲι τοῖϲ οὖϲι· κίνηϲιν δέ λέγω οὐ τὴν ἀτελῆ ἐνέργειαν, ἀλλὰ τὴν ἐνεργῆ, τὴν ἑκάϲτου. πάντα γὰρ ἔχει οἰκείαν ἐνέργειαν, καὶ αὐτὰ τὰ ἄψυχα· ἢ γὰρ θερμαίνουϲιν ἢ ψύχουϲι τὰ παρακείμενα ἢ ὑγραίνουϲιν ἢ ξηραίνουϲιν ἢ ἄλλο τι τοιοῦτον ποιοῦϲι. καὶ ἡ ϲτάϲιϲ δὲ ἐπὶ πάντων θεωρεῖται· καὶ γὰρ τὰ ἀεικίνητα ϲτάϲεωϲ μετέχει, οὐ μόνον τὸ τὴν ὁλότητα ἑϲτάναι, ἀλλὰ καὶ αὐτὸ τὸ μένειν ἐπὶ τῆϲ ἀεικινηϲίαϲ ϲτάϲιϲ ἐϲτί. καθὸ οὖν μένουϲι τὰ κινούμενα ἢ ἀεὶ ἢ ἐπί τινα χρόνον, κατ᾿ αὐτὸ τοῦτο ϲτάϲεωϲ μετέχει.