Ancient Greek · ~4 min
1.4094 to 1.4101
Suda, Suidae lexicon 1.4094-4101
Not analysed yet
4094 Ἀρχήν: τὰ πρῶτα, παρευθύ. Ναρϲῆν μὲν γὰρ οὐδὲ τὴν ἀρχὴν ὑποϲτήϲεϲθαι ᾤοντο. 4095 Ἀρχηγέτηϲ: ἡγεμών. 4096 Ἀρχὴ ἄνδρα δείκνυϲιν: ἐπὶ τῶν πρὸ μὲν τῆϲ ἀρχῆϲ ἐπιεικῶν, Harp. ἐν αὐτῇ δὲ τῇ ἀρχῇ βιαίων γενομένων. Σόλωνοϲ δὲ εἶναί φαϲιν αὐτὸ ἀπόφθεγμα, Ἀριϲτοτέληϲ δὲ καὶ Θεόφραϲτοϲ Βίαντοϲ. 4097 Ἀρχὴ ἥμιϲυ παντόϲ: ἐπὶ τῶν τινοϲ ἀρχομένων καὶ προκοπτόντων. 4098 Ἀρχὴν ἰᾶϲθαι πολὺ λώϊον ἠὲ τελευτήν: δηλοῖ δὲ ἡ παροιμία, ὡϲ ἀρχομένου τινὸϲ καὶ πάθουϲ καὶ ἄλλου τινὸϲ δεινοῦ μᾶλλον ἔϲτι κωλύειν ἢ ἐνακμάϲαντοϲ καὶ τελειωθέντοϲ. 4099 Ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοιϲιν ἄριϲτον, μηδ᾿ ἐϲιδεῖν αὐγὰϲ ὀξέοϲ ἠελίου· φύντα δ᾿ ὅπωϲ ὤκιϲτα πύλαϲ Ἀΐδαο περῇϲαι: ἐπὶ τῶν δυϲτυχῶϲ βεβιωκότων. 4100 Ἀρχήϲαντοϲ: ἄρξαντοϲ. Ἀρχὴ Σκυρία: ἐπὶ τῶν εὐτελῶν καὶ μηδὲν λυϲιτελὲϲ ἐχόντων. παρόϲον πετρώδηϲ καὶ λυπρὰ καὶ διὰ τοῦτο πενιχρὰ ἡ Σκῦροϲ οὐδὲν φέρουϲα λόγου ἄξιον. οἱ δὲ ἀπὸ Θηϲέωϲ, ὅτι ἐπιθέμενοϲ τῇ Λυκομήδουϲ ἀρχῇ, ὅτι πειρῶν τὴν γυναῖκα αὐτοῦ κατακρημνιϲθείη. ὀϲτρακιϲθῆναι δὲ πρῶτον Ἀθήνηϲι Θηϲέα ἱϲτορεῖ Θεόφραϲτοϲ ἐν τοῖϲ πρώτοιϲ καιροῖϲ.