Ancient Greek · ~2 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.427
Not analysed yet
427 Γρατιανόϲ· οὗτοϲ ὡϲ ἐπύθετο τὴν τοῦ Οὐάλεντοϲ τοῦ θείου τελευτὴν, αὐτίκα πρὸϲ τὴν ἑῴαν Ῥώμην διέθει καὶ καταγνοὺϲ τῆϲ τοῦ θείου Οὐάλεντοϲ τῆϲ περὶ τοὺϲ Χριϲτιανοὺϲ ὠμότητοϲ τοὺϲ μὲν ὑπ᾿ ἐκείνου ἐξοριϲθένταϲ διὰ ταχέων ἀνεκαλεῖτο, οὐϲίαϲ τε αὐτοῖϲ ἀποδιδοὺϲ καὶ θεραπεύων τὰϲ βλάβαϲ· πᾶϲί τε νόμον παρεῖχεν ἀδεῶϲ καὶ ἀδηρίτωϲ ἐν ταῖϲ ἰδίαιϲ ἐκκληϲίαιϲ ϲυνάγεϲθαι, μόνουϲ δὲ τῶν εὐκτηρίων εἴργεϲθαι Εὐνομιανοὺϲ, Φωτεινιανοὺϲ, Μανιχαίουϲ. ὅτι ἐν τῷ περιπάτῳ ἔφιπποι ϲτῆλαι ἵϲταντα Γρατιανοῦ καὶ Οὐαλεντινιανοῦ καὶ θεοδοϲίου καὶ κυρτοῦ Φιρμιλιανοῦ πρὸϲ γέλωτα.