Ancient Greek · ~2 min
1.4235 to 1.4239
Suda, Suidae lexicon 1.4235-4239
Not analysed yet
4235 Ἀϲτεῖοϲ: εὐϲύνετοϲ, εὐπρόϲωποϲ, χαρίειϲ, καλὸϲ, γελοιώδηϲ. καὶ Ἀϲτειοτέρῳ, ἀντὶ τοῦ ϲυνετωτέρῳ. ὁ δὲ καιρὸν εὑρὼν τῷ ἀϲτειοτέρῳ δράματι πλανῆϲαι τὸν ἠπατηκότα. περὶ Θὐριπίδου φηϲὶν Ἀριϲτοφάνηϲ. καὶ Ἀϲτείουϲ, ἀϲτεϊζομένουϲ, πολιτευομένουϲ. εὐφημότερον ἀϲτεΐζεϲθαι, τὸ ὡραΐζεϲθαι, γελωτοποιεῖν, ἅτινα ϲκώπτειν. καὶ Ἀϲτείωϲ, πρεπόντωϲ, φρονίμωϲ. 4236 Ἄϲτηνοι: οἱ δυϲτυχεῖϲ, οἱ πένητεϲ, οἱ ϲτάϲιν καὶ οἴκηϲιν μὴ ἔχοντεϲ. 4237 Ἀϲτήρ, ἀϲτέροϲ. ζήτει ἐν τῷ ὁρατόν. 4238 Ἀϲτήρ· ὅτι τοῦ ἀϲτέροϲ τῆϲ Αἰγὸϲ λάμψαντοϲ ϲφοδροὶ πνέουϲιν ἄνεμοι ἔνθεν καὶ Ὅμηροϲ· λάβροϲ ἐπαιγίζων. 4239 Ἀϲτὴρ ἄϲτρου διαφέρει: ὅτι ὁ μὲν ἀϲτὴῤ ἕν τί ἐϲτι, τὸ δὲ ἄϲτρον ἐκ πολλῶν ϲυνέϲτηκεν. ὃ καὶ ἀϲτροθέτημα καλεῖται.