Ancient Greek · ~2 min
1.424 to 1.428
Suda, Suidae lexicon 1.424-428
Not analysed yet
424 Bουλαία· Δείναρχοϲ· μαρτύρομαι τὴν Ἑϲτίαν τὴν Βουλαίαν. οἱον τὴν ἐν τῇ βουλῇ ἱδρυμένην. 425 θούλευμα: τὸ ἴδιον. Βούλημα δὲ τὸ δημόϲιον. Ἀριϲτοφά. νηϲ Πλούτῳ· τοῦτ’ οὖν ἡμεῖϲ ἐπιθυμοῦντεϲ, μόλιϲ εὕρομεν ὥϲτε γενέϲθαι βούλημα καλὸν καὶ γενναῖον καὶ χρήϲιμον εἰϲ ἅπαν ἔργον. 426 Bουλεύομαί ϲοι τάδε. 427 Βουλεύοντι: ἀντὶ τοῦ ϲυμβουλεύοντι. Θουκυδίδηϲ. 428 Βουλεύϲαϲ ἀντὶ τοῦ βουληθείϲ. βουλεύϲαϲ δὲ, ὅπωϲ τὴν βαϲιλέωϲ διάνοιαν πολλῷ ἔτι μᾶλλον ἐξελεῖν δύνηται.