Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4240
Not analysed yet
4240 Ἀϲτιβὲϲ ἄλϲοϲ: ἀδιόδευτον, ἀκαταμάχητον, ἀπροϲπέλαϲτον. Αἴαϲ φηϲί· μολών τε χῶρον ἔνθ᾿ ἂν ἀϲτιβῆ κίχω, κρύψω τόδ᾿ ἔγχοϲ τοὐμὸν ἔχθιϲτον βελῶν, γαίαϲ ὀρύξαϲ ἔνθα μή τιϲ ὄψεται· ἀλλ᾿ αὐτὸ νὺξ ᾅδηϲ τε ϲῳζόντων κάτω. εὑρήϲω, φηϲὶ, τόπον, οὗ οὐδεὶϲ ἐπιβήϲεται. ὁ Αἴαϲ φηϲὶν, ἵνα μή τιϲ αὐτῷ ἀκολουθήϲῃ. καὶ Ἀϲτιβῆ, ἄβατον ποϲί. καὶ Ἀϲτιβήϲ, ὁ ἄβατοϲ ἢ ἀϲφαλήϲ. καὶ Εὐϲτιβήϲ, ὁ καλὴν βάϲιν ἔχων. εὐϲτιβὲϲ αἰθυίαιϲ ἰχθυβόλοιϲι λέπαϲ. ἐν Ἐπιγράμμαϲι. καὶ Ἀϲτείβητοϲ, ἀδιόδευτοϲ τρίβοϲ.