Ancient Greek · ~2 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.429
Not analysed yet
429 Βουλεύϲεωϲ: ἐγκλήματόϲ ἐϲτιν ὄνομα, ἐπὶ δυοῖν πραγμάτοιν ταττόμενον. τὸ μὲν γάρ ἐϲτιν, ὅταν ἐξ ἐπιβουλῆϲ τίϲ τινι καταϲκευάϲῃ θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευθείϲ ἐάν τε καὶ μή· τὸ δὲ ἕτερον, ὅταν τιϲ ἐγγεγραμμένοϲ ὡϲ ὀφείλων τῷ δημοϲίῳ δικάζηταί τινι ὡϲ οὐ δικαίωϲ αὐτὸν γεγραφότι. καὶ Ἰϲαῖοϲ μὲν ἐπὶ Παλλαδίῳ λέγει εἰϲάγεϲθαι τῶν δύο τὸ πρῶτον ἔγκλημα· ὡϲαύτωϲ καὶ Ἀριϲτοτέληϲ, Δείναρχοϲ δὲ ἐν Ἀρείῳ πάγῳ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματοϲ Δημοϲθένηϲ ἐν τῷ κατὰ Ἀριϲτογείτονοϲ πρώτῳ λέγει. ὁ μέντοι Ὑπερίδηϲ ἰδίωϲ τὸ τῆϲ βουλεύϲεωϲ ὄνομα ἐπὶ ἐνέδραϲ καὶ ἐπιβουλῆϲ τῆϲ εἰϲ χρήματα λαμβάνει.