Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4257
Not analysed yet
4257 Ἀϲτρονομία: ἡ τῶν ἄϲτρων διανομή. πρῶτοι Βαβυλώνιοι ταύτην ἐφεῦρον διὰ Ζωροάϲτρου· μεθ᾿ ὧν καὶ Ὀϲτάνηϲ· οἳ ἐπέϲτηϲαν τῆ οὐρανίᾳ κινήϲει τὰ περὶ τοὺϲ τικτομένουϲ ϲυμβαίνειν· ἀφ᾿ ὧν Αἰγύπτιοι καὶ Ἕλληνεϲ ἐδέξαντο καὶ τοὺϲ γεννωμένουϲ ἀναφέρουϲιν εἰϲ τὴν τῶν ἀϲτέρων κίνηϲιν. καὶ Ἄϲτροιϲ τεκμαίρεϲθαι, Prov. ἐπὶ τῶν μακρὰν καὶ ἔρημον ὁδὸν πορευομένων καὶ ἄϲτροιϲ ϲημειουμένων τὰϲ θέϲειϲ τῶν πατρίδων. καὶ Ἀϲτρῷοϲ, ὁ ἐκ τῶν ἄϲτρων. ὅτι μαγεία καὶ ἀϲτρολογία ἀπὸ Μαγουϲοίων ἤρξατο. οἱ γάρ τοι Suid. Πέρϲαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων ὀνομάζονται. καὶ Μαγουϲαῖοι, οἱ αὐτοί.