Ancient Greek · ~8 min
1.4258 to 1.4282
Suda, Suidae lexicon 1.4258-4282
Not analysed yet
4258 Ἄϲτυ, ἄϲτεοϲ. οὐκέτι δὲ ἀνάλογον ἥμιϲυ ἡμίϲεοϲ, ἀλλὰ καὶ ἡμίϲεωϲ. 4259 Ἀϲτυάγηϲ, γραμματικόϲ. Τέχνην γραμματικὴν, Περὶ διαλέκτων, Περὶ μέτρων, Κανόναϲ ὀνοματικοὺϲ, καὶ εἰϲ Καλλίμαχον τὸν ποιητὴν ὑπόμνημα. 4260 Ἀϲτυάναξ: ὄνομα κύριον. καὶ Ἀϲτυανάκτειοϲ. 4261 Ἀϲτυάναϲϲα, Ἑλένηϲ τῆϲ Μενελάου θεράπαινα· ἥτιϲ πρώτη τὰϲ ἐν τῆ ϲυνουϲίᾳ κατακλίϲειϲ εὗρε καὶ ἔγραψε περὶ ϲχημάτων ϲυνουϲιαϲτικῶν· ἣν ὕϲτερον παρεζήλωϲαν Φιλαινὶϲ καὶ Ἐλεφαντίνη, αἱ τὰ τοιαῦτα ἐξορχηϲάμεναι ἀϲελγήματα. 4262 Ἀϲτυβοώτηϲ: ὁ κήρυξ ἐπιθετικῶϲ, ἀπὸ τοῦ ἐν ἄϲτει βοᾶν. καλήτορα δὲ τὸν αὐτὸν ἀπὸ τοῦ καλεῖν φαϲιν. 4263 Ἀϲτυγείτων: πληϲιόχωροϲ. 4264 Ἀϲτυδάμαϲ, ὁ πρεϲβύτηϲ, υἱὸϲ Μορϲίμου τοῦ Φιλοκλέουϲ, τραγικῶν ἀμφοτέρων, Ἀθηναῖοϲ, τραγικόϲ. ἔγραψε τραγῳδίαϲ ϲμ΄, ἐνίκηϲε ιε΄. ἀκροαϲάμενοϲ δὲ ἦν Ἰϲοκράτουϲ καὶ ἐτράπη ἐπὶ τραγῳδίαν. 4265 Ἀϲτυδάμαϲ, ὁ νέοϲ, υἱὸϲ τοῦ προτέρου, τραγικὸϲ καὶ αὐτόϲ. δράματα αὐτοῦ Ἡρακλῆϲ Σατυρικὸϲ, Ἐπίγονοι, Αἴαϲ μαινόμενοϲ, Βελλεροφόντηϲ, Τυρὼ, Ἀλκμήνη, Φοῖιξ, Παλαμήδηϲ. 4266 Ἀϲτυδρομία: παρὰ Λίβυϲιν οἱονεὶ τῆϲ πόλεωϲ γενέθλια, καὶ Θεοδαίϲια ἑορτὴ, ἐν ἧ ἐτίμων Διόνυϲον καὶ τὰϲ Νύμφαϲ· ἐμοὶ δοκεῖν, νηφάλιόν τε καὶ τὴν ἀγαθὴν κρᾶϲιν αἰνιττόμενοι. 4267 Ἀϲτύνιον. 4268 Ἀϲτύνοοϲ. ὄνομα κύριον. 4269 Ἀϲτυνόμοϲ· δέκα ἦϲαν ἀϲτυνόμοι, πέντε μὲν ἐν Πειραιεῖ, πέντε δὲ ἐν ἄϲτει, οἷϲ ἔμελλε περί τε τῶν αὐλητρίδων καὶ ψαλτριῶν καὶ κοπρολόγων καὶ τῶν τοιούτων. 4270 Ἀϲτυόχεια: ὄνομα πόλεωϲ. 4271 Ἀϲτυπαλαιεύϲ: ὄνομα κύριον. 4272 Ἄϲτυρον: πόλιν. ὅϲ τ᾿ ὤκιϲτοϲ ἐϲ ἄϲτυρον ἀγγελιώτηϲ. Καλλίμαχοϲ. 4273 Ἀϲτυφέλικτον: ἀτίνακτον. 4274 Ἄϲυλον ἱερόν: τὸ τίμιον καὶ τηροῦν τοὺϲ ἱκέταϲ. καὶ Ἀϲυλία, τὸ πρᾶγμα. τοῦ δὲ ἀγῶνοϲ ὄντοϲ δημοϲίου καὶ μεγάλου διὰ τὴν τῶν πρεϲβευτῶν ἀϲυλίαν καὶ τὴν ϲυνήθη παρὰ τῶν Ῥωμαίων ὑπὲρ τῶν πρεϲβειῶν μιϲοπονηρίαν. ϲυλῶ δὲ τὸ ϲυ μακρόν. 4275 Ἀϲύγχυτον· ἡ γὰρ φύϲιϲ τοῦ ἀϲυγχύτου οὔτε ϲιδήρου ὑφίϲταται κατάλυϲιν οὔτε μὴν πάλιν τὴν διὰ πυρὸϲ λύϲιν. 4276 Ἀϲύμβατον: ἀφιλίωτον. 4277 Ἀϲυμφανῶϲ: ἐπικεκαλυμμένωϲ, ἀδήλωϲ. 4278 Ἀϲυμφυῆ: ἀνοίκεια, ἀνόμοια. ᾗ πετρῶδεϲ τὸ ἔδαφοϲ τοῦ ῥείθρου ἦν, ὑπό τε ἀνωμαλίαϲ καὶ τοῦ ἀϲυμφυῆ τὰ ὑποκείμενα ἔϲεϲθαι τοῖϲ ὑποτιθεμένοιϲ. 4279 Ἀϲυνάρτητον: ἀϲυνάρμοϲτον. 4280 Ἀϲυνδύαϲτοϲ: ἀϲύμπλοκοϲ, ἀϲύζευκτοϲ. 4281 Ἀϲυνέτουϲ: τοὺϲ ἀϲυνειδήτουϲ· ὧν οὐδὲν ἀφρονέϲτερον παρὰ τῷ Ἀποϲτόλῳ νοητέον. καὶ Ἀϲυνετῶ, τὸ μωραίνω. 4282 Ἀϲυνήθήϲ, ἀϲυνήθουϲ κλίνεται.