Ancient Greek · ~2 min
1.4283 to 1.4288
Suda, Suidae lexicon 1.4283-4288
Not analysed yet
4283 Ἀϲυνθεϲία: παράβαϲιϲ ϲυνθηκῶν. 4284 Ἀϲύνθετοϲ: ἀϲύμφωνοϲ, ἄμικτοϲ. Ἀϲυνθέτουϲ δὲ τοὺϲ ταῖϲ ϲυνθήκαιϲ μὴ ἐμμένονταϲ, ἃϲ ἂν πρόϲ τιναϲ ϲυνθῶνται. 4285 Ἀϲυνθετώτατον: Δημοϲθένηϲ ἐν τῷ Παραπρεϲβείαϲ ἐπὶ ὄχλου τάττει τὸ ὄνομα, ἀντὶ τοῦ ἀπιϲτότατον καὶ ἀβεβαιότατον καὶ πίϲτειϲ διὰ τὸ ἀβέβαιον οὐ τιθέμενον. ἢ ἀνομόλογον καὶ ἀϲύμφωνον ὁμολογίαι γὰρ αἱ ϲυνθῆκαι. ἢ ἀντὶ τοῦ ἀϲυνετώτατον. Ὅμηροϲ δὲ ἀντὶ τοῦ ὃ μὴ δύναταί τιϲ ϲυνιέναι, τί ποτε φρονεῖ. φηϲὶ γάρ· ϲὺ δὲ ϲύνθεο καί μευ ἄκουϲον. 4286 Ἀϲύντακτον: μὴ ϲυντεταγμένον, μὴ ϲυμφραξάμενον. 4287 Ἀϲυντελήϲ: ἀϲύμφοροϲ, ἀχρήϲιμοϲ. 4288 Ἀϲϲυρίηθεν: ἀπὸ τῆϲ Ἀϲϲυρίαϲ.