Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4364
Not analysed yet
4364 Ἀτίμητοϲ ἀγών: ἐφ᾿ ᾧ τίμημα ὡριϲμένον ἐκ τῶν νόμων οὐ κεῖται, ἀλλ᾿ οἱ δικάζοντεϲ ἐτιμῶντο τί δεῖ παθεῖν ἢ ἀποτῖϲαι. ὁ δὲ τιμητὸϲ, ᾧ πρόϲεϲτιν ἀπὸ τῶν νόμων ὡριϲμένον τίμημα. 4365 Ἄτιμοϲ: ἀνήκουϲτοϲ. καί μ᾿ ὁ Φοῖβοϲ ἄτιμον ἐξέπεμψε. περὶ ὧν γὰρ ἀπῆλθεν, οὐκ ἤκουϲεν. ἰδίᾳ Δημοϲθένηϲ ἐν Φιλιππικοῖϲ τὸν ἀτιμώρητον λέγει· τουτέϲτιν, ὃν ἄν τιϲ ἀποκτιννὺϲ οὐχ ὑπόκειται ἐπιτιμίῳ, ἀλλ᾿ ἔϲτι καθαρὸϲ αἰτίαϲ· ὁ οἷον τὸν ἄτιμον ἑλών.