Ancient Greek · ~2 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.451
Not analysed yet
451 Bουολοῦϲκοι· ὅτι Βουολοῦϲκοι πόλεμον κατὰ Ῥωμαίων ἐξήγειραν καὶ πολλοῖϲ ζημιοῦνται ϲώμαϲι καὶ πόλειϲ ἐπιφανεϲτάταϲ τοῦ ϲφετέρου γένουϲ ἀποβάλλουϲι, Μαρκίου νέου παρὰ Ῥωμαίοιϲ ἐπιφανοῦϲ ὠϲαμένου ἐϲ μέϲουϲ τοὺϲ πολεμίουϲ, ϲυνειϲπεϲόντοϲ δὲ πυλῶν ἐντὸϲ τοῖϲ φεύγουϲι καὶ ἀναπετάϲαντοϲ τοῖϲ οἰκείοιϲ τὴν εἴϲοδον. ἐφ’ οἷϲ πολλοῖϲ μὲν χρήμαϲι, πολλοῖϲ δὲ ϲώμαϲιν αἰχμαλώτοιϲ πρὸϲ τοῦ μονάρχου τιμώμενοϲ τὰ μὲν ἄλλα διωθήϲατο, ἠρκέϲθη δὲ ϲτεφάνῳ τε ἀριϲτείῳ καὶ ἵππῳ πολεμιϲτηρίῳ· καὶ τῶν αἰχμαλώτων ἕνα τὸν οὑτοῦ φίλον αἰτήϲαϲ ἀφῆκεν ἐλεύθερον.