Ancient Greek · ~4 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4446
Not analysed yet
4446 Αὖλοϲ Ποϲτόμιοϲ οἰκίαϲ μὲν ἦν καὶ γένουϲ πρώτου, κατὰ τὴν ἰδίαν φύϲιν ϲτωμύλοϲ καὶ λάλοϲ καὶ πέρπεροι διαφερόντωϲ. ἐπιθυμήϲαϲ δ᾿ εὐθέωϲ ἐκ παίδων τῆϲ Ἑλληνικῆϲ ἀγωγῆϲ καὶ διαλέκτου πολὺϲ μὲν ἦν ἐν τούτοιϲ καὶ κατακορήϲ, ὥϲτε δι᾿ ἐκεῖνον καὶ τὴν αἵρεϲιν τὴν Ἑλληνικὴν προϲκόψαι τοῖϲ πρεϲβυτέροιϲ καὶ τοῖϲ ἀξιολογωτάτοιϲ τῶν Ῥωμαίων, τέλοϲ δὲ καὶ ποίημα γράφων καὶ πραγματικὴν ἱϲτορίαν ἐνεχείρηϲεν· ἐν ᾗ διὰ τοῦ προοιμίου παρεκάλει τοὺϲ ἐντυγχάνονταϲ ϲυγγνώμην ἔχειν, εἰ Ῥωμαῖοϲ ὢν μὴ δύνηται κατακρατεῖν τῆϲ Ἑλληνικῆϲ διαλέκτου καὶ τῆϲ κατὰ χειριϲμὸν οἰκονομίαϲ· ὅπερ ἐϲτὶ πάϲηϲ ἀτοπίαϲ ϲημεῖον, καὶ παραπλήϲιον, ὡϲ ἂν εἴ τιϲ ἐϲ τοὺϲ γυμνικούϲ ἀγῶναϲ ἀπογραψάμενοϲ πυγμὴν ἢ παγκράτιον, παρελθὼν ἐϲ τὸ ϲτάδιον, ὅτε δέοι μάχεϲθαι, παραιτοῖτο τοὺϲ θεωμένουϲ ϲυγγνώμην ἔχειν, ἐὰν μὴ δύνηται τὸν πόνον ὑπομένειν μήτε τὰϲ πληγάϲ. δῆλον γὰρ ὡϲ εἰκὸϲ γέλωτα τὸν τοιοῦτον ὀφλεῖν καὶ τὴν δίκην ἐκ χειρὸϲ λαμβάνειν· ὅπερ ἔδει καὶ τοὺϲ τοιούτουϲ ἱϲτοριογράφουϲ, ἵνα μὴ κατετόλμων τοῦ καλῶϲ ἔχοντοϲ. ἦν δὲ καὶ φιλήδονοϲ καὶ φυγόπονοϲ.