Ancient Greek · ~3 min
1.4486 to 1.4492
Suda, Suidae lexicon 1.4486-4492
Not analysed yet
4486 Αὐτοβοεί: τὸ παραχρῆμα ϲυντελεϲθῆναι ἐν πολεμικοῖϲ ἔργοιϲ, οἷον ταχέωϲ καὶ ἅμα τῷ πολεμικῷ ἀλαλάγματι. οὕτωϲ Θουκυδίδηϲ. παρὰ Θεοπόμπῳ δὲ ἀντὶ τοῦ κατὰ κράτοϲ. 4487 Αὐτογένεθλον: αὐτογέννητον. 4488 Αὐτοδαῆ: τὰ ἐκ φύϲεωϲ καὶ μὴ ἐκ διδαχῆϲ. αὐτοδαῆ Soph. 4489 Αὐτόδαξον τρόπον: τουτέϲτι τὸν δάκνοντα, τὸν ἐμπεϲόντα· ἢ αὐθάδη καὶ ὀργίλον· ἐπεὶ οἱ ὀργίλοι δάκνουϲι τοῖϲ ὀδοῦϲιν. Ἀριϲτοφάνηϲ· τὰϲ φύϲειϲ ὑμῶν δεδοικὼϲ καὶ τὸν αὐτόδαξον τρόπον. καὶ αὖθιϲ ἵν᾿ ὄζωμεν γυναικῶν αὐτοδὰξ ὠργιϲμένωϲ. ἀντὶ τοῦ πάνυ. Αὐτοδὰξ καὶ τὸ παραχρῆμα ἀποδεδώκαϲιν. 4490 Αὐτὸ δείξει: παροιμία. ἐλλείπει τὸ ἔργον. 4491 Αὐτοδίκῃ: ὅταν αὐτὸϲ δι᾿ ἑαυτοῦ τιϲ δικάζηται καὶ αὐτομαχεῖ. καὶ Αὐτοδοκεῖν Δείναρχοϲ ἀντὶ τοῦ ἑαυτοῖϲ τὰ δίκαι ὁρίζειν. 4492 Αὐτόετεϲ: ϲὺν αὐτῷ τῷ ἔτει.