Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4493
Not analysed yet
4493 Αὐτόθεν: ἀντὶ τοῦ ἐντεῦθεν. οὐκ ἔϲθ᾿ ὅπωϲ οὐκ εἰϲὶν ἐνθάθ᾿ αὐτόθεν. Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲι. καὶ αὖθιϲ· ἀλλὰ χρῆναι παῤ αὐτόθεν, ὡϲ ἔχουϲιν, ἀντεπεξελθόνταϲ ἐν χερϲὶ ϲτήϲαϲθαι τὸ τέλοϲ τοῦ πολέμου. ἢ Αὐτόθεν, ἀντί τοῦ οἴκοθεν, ἔνδοθεν. ὁ δὲ αὐτόθεν πρὸϲ τὸ ἀδικεῖν ὥρμηται. καὶ Ἰώϲηποϲ· δῶρα δὲ αὐτόθεν πέμπειν τῷ βαϲιλεῖ. ἀντὶ τοῦ οἴκοθεν. ἢ Αὐτόθεν, ἐκεῖθεν. ἢ ἀπὸ τοῦ παρόντοϲ χρόνου. οἱ δὲ Ῥωμαῖοι αὐτόθεν ἐλπίϲαντεϲ ἤδη τὴν παρεμβολὴν αἱρήϲειν. ἀντὶ τοῦ ἐκ παραχρῆμα. καὶ Θουκυδίδηϲ· χειμὼν ἦν, καὶ τοῖϲ Ἀθηναίοιϲ τὸν πόλεμον αὐτόθεν ποιεῖϲθαι οὔπω ἐδόκει.