Ancient Greek · ~4 min
1.4494 to 1.4504
Suda, Suidae lexicon 1.4494-4504
Not analysed yet
4494 Αὐτοκακὸν ἔοικε τῷδε: ἄκρωϲ καὶ καθ᾿ ὑπερβολὴν ἔοικε τῷδε εὔνουϲ. 4495 Αὐτοκέλευϲτοϲ: αὐθόρμητοϲ. Ἀρριανόϲ· κρότοϲ τε ἀθρόωϲ, Ε οὐκ ἐκ παραγγέλματοϲ, ἀλλ᾿ αὐτοκέλευϲτοϲ ὡρμήθη. 4496 Αὐτοκέραϲτον: οἷον εὐκέραϲτον, ϲυμμέτρωϲ κεκραμένον. 4497 Αὐτοκίνητον. αὐτοφυέϲ. τῷ δὲ Ἑρμείᾳ τῷ φιλοϲόφῳ τὸ αὐτοκίνητον οὐ προϲήνθει τῇ πολυμαθείᾳ. 4498 Αὐτοκλείδηϲ· Κηδωνίδηϲ καὶ Αὐτοκλείδηϲ καὶ Θέρϲανδροϲ ὡϲ παιδεραϲταὶ ϲφοδροὶ διεϲύροντο. 4499 Αὐτοκόμου· Ἀριϲτοφάνηϲ Βατράχοιϲ περὶ Αἰϲχύλου· φρίξαϲ δ᾿ αὐτοκόμου λοφιᾶϲ λαϲιαύχενα χαίτην. ὡϲ εἶπεν, ὀργιϲθεὶϲ ὥϲπερ ϲῦϲ. πᾶν τὸ ἐπιϲκύνιον κάτω ἕλκεται. 4500 Αὐτοκράτηϲ, Ἀθηναῖοϲ, κωμικὸϲ ἀρχαῖοϲ. τῶν δραμάτων αὐτοῦ Τυμπανιϲταί. ἔγραψε καὶ τραγῳδίαϲ πολλάϲ. 4501 Αὐτοκράτωρ: δεϲπότηϲ, ἄρχων. Ἑλληνικὴ ἡ φωνή. τάττεται δὲ ἐπὶ παντὸϲ τοῦ καταπολεμήϲαντοϲ καὶ κρατήϲαντοϲ τῶν ἔναντίων. καὶ ἦν κοινὸν πρόϲρημα ἐπί τε ϲτρατηγῶν καὶ ὑπάτων. ἐπικλητικῶϲ αὐτοκράτορ. 4502 Αὐτοκράτορα: πάντα τὸν ἀνυπεύθυνον. 4503 Αὐτοκράτορεϲ: ἀντὶ τοῦ τούτων τῶν δογμάτων κρατοῦντεϲ. Ἀριϲτοφάνηϲ Ὄρνιϲι· τούτων πέρι πάντων αὐτοκράτορεϲ ἥκομεν. 4504 Αὐτοκτόνα· οὕτωϲ ἐξ ἐχθρῶν αὐτοκτόνα πέμπετο δῶρα, ἐν χάριτοϲ προφάϲει μοῖραν ἔχοντα μόρου. περὶ Αἴαντοϲ καὶ Ἕκτοροϲ.