Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4505
Not analysed yet
4505 Αὐτολήκυθοι: Δημοϲθένηϲ κατὰ Κόνωνοϲ. ἤτοι ἀντὶ τοῦ εὐζώνωϲ τινὰϲ καὶ ἑτοίμωϲ πᾶν ὁτιοῦν ποιεῖν καὶ ὑπομένειν. ἢ ἀντὶ τοῦ πένηταϲ, μηδὲν ἄλλο κεκτημένουϲ ἢ ληκύθουϲ. ἢ αὐτουργούϲ. ἢ ἀντὶ τοῦ εἰϲ πληγὰϲ ἑτοίμουϲ καὶ οἷον τύπτονταϲ καὶ μαϲτιγοῦνταϲ καὶ ὑβρίζονταϲ. ἢ τοὺϲ ἐκ προχείρου διδόνταϲ ἀργύριον καὶ ἑτοίμουϲ πρὸϲ τὰϲ μίξειϲ. καὶ γὰρ εἶχον ἐν ταῖϲ ληκύθοιϲ ἀργύρια, καὶ λύϲαντεϲ δὲ πολλάκιϲ τὴν λήκυθον ἐχρῶντο τῷ ἱμάντι πρὸϲ τὸ μαϲτιγοῦν.