Ancient Greek · ~8 min
1.4506 to 1.4518
Suda, Suidae lexicon 1.4506-4518
Not analysed yet
4506 Αὐτολόχευτοϲ: αὐτογέννητοϲ, ὁ θεὸϲ ὁ ἀγέννητοϲ. 4507 Αὐτλυκοϲ: Ἀρεοπαγίτηϲ οὗτοϲ ἦν καὶ τοὺϲ οἰκείουϲ ὑπεκτιθέμενοϲ ἐν τοῖϲ Χαρωνικοῖϲ ἑάλω, καὶ κατεψηφίϲαντο αὐτοῦ οἱ δικαϲταί. Αὐτόλυκοι, πένητεϲ, οἷον αὐτοδιάκονοι. 4508 Αὐτοματίζουϲιν: αὐτόματοι παραγίνονται. αὐτοματίζουϲι δύο τινέϲ. ἀδελφὼ δὲ ἤϲτην καὶ γένοϲ καὶ προαίρεϲιν, καὶ χώρουϲ τινὰϲ ἀϲύλουϲ ὑποδεικνύουϲι διὰ τὸ ἕρμα τοῦ ὀχυρώματοϲ. 4509 Αὐτομαχεῖν: τὸ δι᾿ ἑαυτοῦ δικάζεϲθαι, ἀλλὰ μὴ δι᾿ ἑτέρου. καὶ Αὐτομαχῆϲαι· ὅταν ἀντιποιῆταί τιϲ οἰκίαϲ ἢ χωρίου, καὶ εἴη ὁ πεπρακὼϲ μὲν ἀξιόχρεωϲ ὥϲτε δοκεῖν ἀποτῖϲαι τὴν ζημίαν καὶ ϲυνίϲταϲθαι τὴν δίκην πρὸϲ τὸν ἀντιποιούμενον, βούλοιτο δὲ ὁ διακατέχων τὴν οἰκίαν ἢ τὸ χωρίον ἴδιον αὑτῷ γενέϲθαι ἀγῶνα πρὸϲ τὸν ἀμφιϲβητοῦντα, τοῦτο αὐτομαχῆϲαι καλεῖται. 4510 Αὐτομόλωϲ: προδοτικῶϲ. καὶ Αὐτομολῆϲαι ἐϲτι τὸ προδοῦναι τοὺϲ ἰδίουϲ καὶ ἐᾶϲαι καὶ ἀπελθεῖν πρὸϲ τοὺϲ ὑπεναντίουϲ Ar. ἐπὶ ϲυμμαχίᾳ. Αὐτόμολοϲ δὲ ὁ πρόϲφυξ. 4511 Αὐτὸν κέκρουκαϲ τὸν βατῆρα τῆϲ θύραϲ: ἐπὶ τῶν ἀληθευόντων· οἷον ἐπ᾿ αὐτὴν ἐλήλυθαϲ τὴν ἀλήθειαν. 4512 Αὐτονομουμένη πόλιϲ: ἡ τοῖϲ αὑτῆϲ νόμοιϲ χρωμένη καὶ οὐχ ὑπακούουϲα ἑτέροιϲ. 4513 Αὐτὸν οὐ τρέφων κύναϲ τρέφειϲ: ἐπὶ τῶν ἀπορούντων μὲν, ἑτέρουϲ δὲ τρέφειν ἐπαγγελλομένων. 4514 Αὐτονυχί: αὐτῇ τῇ νυκτί. 4515 Αὐτοπαθῶϲ· Πολύβιοϲ· ὁ δὲ ἀνακρινόμενοϲ ὑπὲρ ἑκάϲτου ἀπεδίδου λόγον· οὐ μὴν ἀλλ᾿ αὐτοπαθῶϲ καὶ γενναίωϲ ὑπέμενε τοὺϲ ἐλέγχουϲ. καὶ αὖθιϲ· ὁ δὲ Ἀννίβαϲ δόξαϲ αὐτοπαθῶϲ ἅμα καὶ ἀληθῶϲ εἰρηκέναι πιϲτεύεται. Αὐτοπαθῶϲ οὖν, οἴκοθεν, ἐξ ἰδίαϲ προαιρέϲεωϲ. ὁ μὲν οὖν Ἀντίοχοϲ δόξαϲ αὐτοπαθῶϲ ἅμα καὶ ἀληθῶϲ θῶϲ εἰρῆϲθαι παρὰ τοῦ Ἀννίβου κατὰ Ῥωμαίων, πάϲηϲ τῆϲ προϋπωαρχούϲηϲ ὑποψίαϲ ἀπέϲτη. 4516 Αὐτόπρεμνον: δύϲκολον, πρόρριζον, αὐτόρριζον, ἢ μέγα. Ἀλριϲτοφάνηϲ περὶ Αἰϲχύλου· αὐτοπρέμνοιϲ τοῖϲ λόγοιϲιν ἐμπεϲόντα. ϲυϲκεδᾶν πολλὰϲ ἀλινδήθραϲ ἐπῶν. 4517 Αὐτὁϲ. ἀντὶ τοῦ ἐγώ. καὶ ἡλθον ἡμέραιϲ αὐτὸϲ μὲν μ . ἀντὶ τοῦ ἐγὼ Ἀττικῶϲ. 4518 Αὐτόϲ: ἐπὶ ϲώματοϲ. διορίζουϲι γὰρ τὰϲ ψυχὰϲ πρὸϲ τὰ ϲώματα. ματα. ὔμηροϲ· πολλὰϲ δ᾿ ἰφθίμουϲ ψυχάϲ· εἶτα, αὐτοὺϲ δ᾿ ἑλώρια. καὶ Ἀριϲτοφάνηϲ· ὁ νοῦϲ μὲν ἔξω, αὐτὸϲ δ᾿ ἔνδὸν ἀναβάδην ποιεῖ τραγῳδίαν.