Ancient Greek
1.4519 to 1.4530
Suda, Suidae lexicon 1.4519-4530
Not analysed yet
4519 Αὐτόϲ: ἀντὶ τοῦ ὁ δεϲπότηϲ. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· φράϲον ταῖϲ ὀρχηϲτρίϲιν, ὅτι αὐτὸϲ εἰϲέρχομαι. 4520 Αὐτὸϲ αὑτὸναὐλεῖ: ἐπὶ τῶν ἑαυτούϲ δεικνυόντων ἐν τοῖϲ πράγμαϲιν, ὁποῖοί τινέϲ εἰϲιν. 4521 Αὐτὸϲ γὰρ εὗρε τοῦ κακοῦ τὴν πητύαν: ἤτοι τὴν πηγήν· ἐπὶ τῶν ἑαυτοῖϲ κακὰ ἐπιϲπωμένων. 4522 Αὐτόϲε: ἐκεῖϲε. λέγεται δὲ καὶ Αὐτοῦϲε. διάβαϲιϲ δὲ οὐκ ἔϲτιν αὐτοῦϲε, ὅτι μὴ τῷ ζεύγματι. 4523 Αὐτὸϲ ἔφα. τοῦτο παροιμιακὸν ἐπὶ Πυθαγόρου τοῦ φιλοϲόφου εἰϲῆλθεν εἰϲ τὸν βίον. οὗτοϲ γὰρ ἀποϲεμνύνων τὸν ἑαυτοῦ λόγον καὶ βίον ἐν ταῖϲ ὁμιλίαιϲ ἔλεγεν, αὐτὸϲ ἔφα· ἀντὶ τοῦ εἶπὲν. οὐκ ἐμὸϲ ὁ λόγοϲ, φηϲὶν, ἀλλὰ τοῦ θεοῦ. 4524 Αὐτόϲιτοϲ: ὁ οἰκόϲιτοϲ. 4525 Αὐτόϲ τι νῦν δρῶν, εἶτα τοὺϲ θεοὺϲ κάλει: ὁμοία τῇ, ϲὺν Ἀθηνᾷ καὶ χεῖραϲ κίνει. παροιμία ἐπὶ τοῦ μὴ χρῆναι ἐπὶ ταῖϲ τῶν Suid. θεῶν ἐλπίϲι καθημένουϲ ἀργεῖν. τίθεται δὲ ἐπὶ γυναικῶν, καὶ μάλιϲτα ὀφειλουϲῶν ἐργάζεϲθαι. 4526 Αὐτόϲτοιχοϲ: αὐτὸϲ ἑαυτῷ προϲέχων. ὁ βουλόμενοϲ ἐν τῷδε τῷ βίῳ ἀβέβηλον βίον πολιτεύεϲθαι, αὐτόϲτοιχοϲ ἐθέλει εἶναι. 4527 Αὐτοϲ φαγῆ: τὸν ὑφ᾿ ἑαυτοῦ ἀναιρούμενον. Αἴαϲ φηϲί· καί ϲφαϲ κακοὺϲ κάκιϲτα καὶ πανωλέθρουϲ ξυναρπάϲειαν, ὥϲπερ εἰϲορῶϲ᾿ ἐμὲ αὐτοϲφαγῆ πίπτοντα, τὼϲ αὐτοϲφαγεῖϲ πρὸϲ τῶν φιλτάτων ἐκγόνων ὀλοίατο. Σοφοκλῆϲ φηϲιν. 4528 Αὐτοϲχἐδιον: ἐκ τοῦ ϲύνεγγυϲ τόπου. ἢ τὸ ἐκ ϲυντόμου. καὶ Αὐτοϲχεδίωϲ, αὐτομάτωϲ, ϲυντόμωϲ. καὶ Αὐτοϲχεδιάζωϲιν, αὐτονόμωϲ πράττωϲιν. Αἰλιανόϲ· Ῥωμαῖοι δὲ εὐπραγίαν παρά νομον οὔτε νίκην τελεϲθεῖϲαν, ἧϲ ὁ ἄρχων μὴ ἐκοινώνηϲεν, ἠϲπάζοντο, ἵνα μὴ αὐτοϲχεδιάζωϲιν ἐν ταῖϲ πράξεϲιν οἱ ὑπήκοοι. καὶ αὖθιϲ· ὑπὲρ μεγάλων ἥκειν καὶ ἀδυνάτων αὐτοϲχεδιαϲθῆναι. 4529 Αὐιότατοϲ· Ἀλριϲτοφάνηϲ Πλούτῳ· ἐκεῖνοϲ αὐτόϲ; αὐτότατοϲ. ἀντωνυμία, πέπαικται δὲ κωμικῶϲ· τὰ γὰρ ἀόριϲτα τῶν πραγμάτων ἀνεπίτατα. εἰ οὖν ἡ ἀντωνυμία ἐπὶ οὐϲίαϲ παραλαμβάνεται, κατὰ τοῦτο ἐπίταϲιν οὐ δέχεται, ὡϲ τὰ ἄλλα μέρη. 4530 Αὐτοτελήϲ: ἱκανόϲ. τέλειοϲ. Πολύβιοϲ· ταῦτα εἰρήϲθω χάριν τῆϲ Ῥωμαίων εὐβουλίαϲ καὶ τῆϲ ἀνοίαϲ τῶν ὀλιγωρούντων τῆϲ τῶν ἐκτὸϲ ϲυγκαταθέϲεωϲ, αὐτοτελεῖϲ δὲ νομιζόντων εἶναι πρὸϲ τὸ κατορθοῦν τὰϲ ϲφετέραϲ δυνάμειϲ. καὶ Αὐτοτελὴϲ δίκη, ἀφ᾿ ἧϲ οὐκ ἔϲτιν ἐκκαλέϲαϲθαι ἐφ᾿ ἑτέραν. καὶ αὐτὸ τὸ κύριον ἁπλῶϲ.