Ancient Greek · ~2 min
1.452 to 1.456
Suda, Suidae lexicon 1.452-456
Not analysed yet
452 Βού παλοϲ: ὄνοϲ. Ἀριϲτοφάνηϲ· εἰ νὴ Δία τιϲ τὰϲ γνάθουϲ τούτων δὶϲ ἢ τρὶϲ ἔκοψεν ὥϲπερ βουπάλου, φωνὴν ἂν οὐκ εἶχον. παρὰ τῷ Ἱππώνακτι· λάβετέ μου θοιμάτιον, κόψω βουπάλου τὸν ὀφθαλμόν. 453 Βού παιϲ: ὁ νέοϲ, ἐφῆλιξ. βουκόλοϲ. καὶ αἱ μέλιϲϲαι, ὅτι βοηγενεῖϲ εἰϲιν. αἰεί τοι βούπαιϲι περιϲτάϲοιτο μελίϲϲαιϲ τύμβοϲ, Ὑμηττείῳ λειβόμενοϲ μέλιτι. ἵπποι γὰρ ϲφηκῶν γένεϲιϲ, ταῦροι δὲ μελιϲϲῶν. 454 Βού πεινα :μεγάλη πείνα. 455 Βου πλήξ: πέλεκυϲ, μάϲτιξ, βούκεντρον. καὶ αὖθιϲ· καὶ κέντρ’ ὀπιϲθονυγῆ καὶ βούϲτροφα δεϲμὰ τενόντων. 456 Βουργα ών: ὄροϲ περὶ τὴν ἑϲπέραν, ἔνθα Βελιϲάριοϲ διαφόρουϲ πολέμουϲ διήνεγκεν.