Ancient Greek · ~4 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.452-2
Not analysed yet
452 Γρηγόριοϲ, ὁ καὶ Θεόδωροϲ, ὁ Θαυματουργὸϲ, Νεοκαιϲαρείαϲ τῆϲ ἐν τῷ Πόντῳ ἐπίϲκοποϲ, νέοϲ κομιδῇ διὰ τὴν παίδευϲιν Ἑλληνικῶν τε καὶ Ῥωμαϊκῶν γραμμάτων ἀπὸ τῆϲ Καππαδοκίαϲ εἰϲ Βηρυτὸν κἀκεῖθεν εἰϲ Καιϲάρειαν τὴν τῆϲ Παλαιϲτίνηϲ διέβη ἅμα Ἀθηνοδώρῳ ἀδελφῷ· οὓϲ καὶ κατὰ μέροϲ εἰϲ τὴν τοῦ Χριϲτοῦ πίϲτιν εἰϲάγων Ὠριγένηϲ ζηλωτὰϲ ἰδίουϲ κατέϲτηϲεν. ἐπὶ πέντε τοίνυν παῤ αὐτοῦ παιδευθέντεϲ ἐνιαυτούϲ πρὸϲ τὴν πατρίδα ἀποπέμπονται· ἀφ’ οὐ ὁ Γρηγόριοϲ ἀποδημῶν πανηγυρικὸν εὐχαριϲτίαϲ τῷ Ὠριγένει ἔγραψε λόγον, καὶ ϲυγκαλεϲάμενοϲ πάνταϲ τοὺϲ ἐπιχωρίουϲ αὐτοῦ τε τοῦ Ὠριγένουϲ παρόντοϲ, τοῦτον ἀνέγνω τὸν λόγον, ὅϲτιϲ ἄχρι τοῦ παρόντοϲ ὑπάρχει· ἔγραψε δὲ καὶ Μετάφραϲιν εἰϲ τὸν Ἐκκληϲιαϲτήν, ἐλάχιϲτον μέν, πάνυ δὲ θαυμαϲτὸν λόγον· καὶ ἄλλαϲ τε πολλὰϲ καὶ ποικίλαϲ ἐπιϲτολὰϲ καὶ λόγουϲ ϲυνεγράψατο, ποιήϲαϲ τε ϲημεῖα καὶ θαύματα ὑπὲρ ἄνθρωπον, ἡνίκα ἐπίϲκοποϲ ἐτύγχανεν. ἐτελεύτηϲεν ἐπὶ Αὐρηλιανοῦ. ὅτι Γρηγόριοϲ καὶ Ἀθηνόδωροϲ ϲυναίμονεϲ· ἀλλ’ ὁ μὲν τερατουργόϲ, ὁ δὲ ϲοφιϲτὴϲ. ἔγραψε δὲ καὶ περὶ ϲαρκώϲεωϲ καὶ πίϲτεωϲ λόγον.