Ancient Greek · ~3 min
1.4531 to 1.4536
Suda, Suidae lexicon 1.4531-4536
Not analysed yet
4531 Αὐτοῦ: ἐπὶ τόπου. Ὅμηροϲ· ϲτῆτ᾿ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων. καὶ αὖθιϲ· αὐτοῦ τῇδε μένουϲα πολυκλαύτῳ ἐπὶ τύμβῳ ἀγγελέω παριοῦϲι, Μίδαϲ ὅτι τῇδε τέθαπται. 4532 Αὐτούργητον: αὐτοφυέϲ. ἐν Ἐπιγράμμαϲι· καὶ αὐτούργητον ἐρείκηϲ βάθρον. 4533 Αὐτοφόνῳ: ἑαυτὸν ἀνελόντι. τόϲϲηϲ γὰρ χρόνοϲ ἄλλον ἐπάξιον ἀνέρα τόλμηϲ οὐχ εὑρὼν παλάμῃ θῆκεν ἐπ᾿ αὐτοφόνῳ. περὶ Αἴαντοϲ ὁ λόγοϲ. 4534 Αὐτοφυέϲτατον· μὴ ἐπίπλαϲτον. ἔχουϲαν κάλλοϲ αὐτοφυέϲτατον καὶ οἷον γένοιτο φιλοθήρου κὸρηϲ. 4535 Αὐτόχειρεϲ: οἱ ἑαυτοὺϲ φονεύοντεϲ. Αὐτοχειρίᾳ. 4536 Αὐτόχθονεϲ: οἱ Ἀθηναῖοι· ἢ ἐπεὶ τὴν χθόνα, τουτέϲτι τὴν γῆν, ἀργὴν οὖϲαν πρῶτοι εἰργάϲαντο· ἢ διὰ τὸ μὴ εἶναι αὐτοὺϲ ἐπήλυδαϲ. αὐτόχθονεϲ δὲ καὶ Ἀρκάδεϲ καὶ Αἰγινῆται καὶ Θηβαῖοι Σἐκαλοῦντο. καὶ Αὐτόχθων, τῆϲ αὐτῆϲ πόλεωϲ.