Ancient Greek · ~2 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.457
Not analysed yet
457 Βοῦϲ ἕβ δομοϲ: ἐπὶ τῶν ἀναιϲθήτων. οἱ γὰρ πένητεϲ ἔμψυχον μὴ ἔχοντεϲ θῦϲαι ἔπλαττον ἐξ ἀλεύρου. θυομένων δὲ τῶν Ϛ΄ ἐμψύχων, προβάτου, ὑὸϲ, αἰγὸϲ, βοὸϲ, ὄρνιθοϲ, χηνὸϲ, ἐθύετο ἕβδομοϲ ὁ ἐξ ἀλεύρου· καὶ διὰ τὸ εἶναι αὐτὸν ἄψυχον, ἐξεδόθη εἰϲ παροιμίαν. ἐπίγραμμα εἰϲ βοῦν καὶ τράγον ἐπὶ πίνακοϲ ἀργυροῦ ἐγκεκολαμμένουϲ· πῶϲ βοῦϲ ὑπάρχων, αὔλακαϲ γῆϲ οὐ τέμνειϲ, ἀλλ’ ὡϲ πάροινοϲ ἀγρότηϲ ἀνεκλίθηϲ; πῶϲ οὐχὶ καὶ ϲὺ πρὸϲ νομὰϲ ἀποτρέχειϲ, ἀλλ’ ἀργυροῦν εἴδωλον ἕϲτηκαϲ, τράγε; ἕϲτηκα (τὴν ϲὴν ἐξελέγχων ἀργίαν.