Ancient Greek · ~2 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.453
Not analysed yet
453 Γρηγόριοϲ, ἀδελφὸϲ Ἑρμείου τοῦ φιλοϲόφου· ὃϲ ἅπαν τοὐναντίον ἦν τῷ Ἑρμείᾳ, ὀξύτατοϲ μὲν εἰϲ ὑπερβολὴν καὶ εὐκίνητοϲ ἐπί τε τὰϲ ζητήϲειϲ καὶ τὰϲ μαθήϲειϲ, ἄλλωϲ δὲ οὐχ ἡϲύχιοϲ οὐδὲ γαλήνην ἐν τοῖϲ ἤθεϲι φέρων τινά, ἀλλά τι καὶ παρακεκινηκόϲ. ἐπεὶ δὲ Ἀθήνηθεν ἧκον εἰϲ Ἀλεξάνδρειαν, ὕϲτερον ὁ Γρηγόριοϲ ἑάλω τῇ νόϲῳ ἐπὶ τὸ πλέον, ὥϲτε δύϲχρηϲτον αὐτοῦ καὶ πολλαχῆ παραλλάττον γενέϲθαι τὸ ὄργανον. οὕτω φηϲὶ Δαμάϲκιοϲ εἰϲ τὴν φιλόϲοφον ἱϲτορίαν.