Ancient Greek · ~7 min
1.454 to 1.471
Suda, Suidae lexicon 1.454-471
Not analysed yet
454 Γρήνικοϲ: ποταμόϲ. 455 Γρίοϲ: ὄνομα κύριον. 456 Γριπεύϲ: ἰχθύων θηρευτήϲ. γριπεὺϲ, Ἐριούνιε, ϲοὶ τάδε δῶρα φέρει. καὶ Γριπηὶϲ τέχνη. Ἑρμώναξ δ᾿ ἐκίχανεν, ὅτε γριπηίδι τέχνῃ εἷλκε τὸν ἐκ πελάγευϲ ἰχθυόεντα βόλον. 457 Γρῖφοϲ: τὸ δίκτυον. λέγεται δὲ καὶ ὁ δύϲκολοϲ καὶ ϲυμπεπλεγμένοϲ λόγοϲ. ὁ ἔχων πάθοϲ ἐν ἑαυτῷ μὴ φαινόμενον. 458 Γρῖφοϲ: ὁ ἀϲαφὴϲ λόγοϲ. Ἴῳ ἐνὶ παῖδεϲ Ὅμηρον ἤκαχον, ἐκ Μουϲῶν γρῖφον ὑφηνάμενοι. καὶ Γριφώδηϲ λόγοϲ. 459 Γρομφίϲ: ὗϲ, ἡ παλαιὰ ϲκρόφα. τὰϲ ὗϲ δὲ πληθυντικῶϲ. 460 Γρώνη: πέτρα. 461 Γρύ: βραχύ. ἔνιοι δὲ τὸν ἀπὸ τῶν ὀνύχων ῥύπον. Ἀριϲτοφάνηϲ Πλούτῳ· καὶ ταῦτ’ ἀποκρινομένου τοπαράπαν οὐδὲ γρύ. τινὲϲ παρὰ τὸν γρυλιϲμὸν, τουτέϲτι τὴν φωνὴν τῶν χοίρων· ἢ εἶδοϲ μικροῦ νομίϲματοϲ· ἢ τὸ τυχὸν, τὸ μικρότατον. ὅθεν καὶ γρύτη καὶ γρυτόπωλιϲ· ὅπερ οὐκ εἴρηται, ἀλλὰ γρυπόπωλιϲ. καὶ παροιμία· Τὸ Δίωνοϲ γρύ, ἐπὶ τοῦ μικροῦ καὶ τυχόντοϲ. 462 Γρύζω: θρηνῶ. 463 Γρύλλοϲ· Ξενοφῶντοϲ τοῦ Σωκρατικοῦ υἱοὶ Γρύλλοϲ καὶ Διόδωροϲ. καὶ Γρύλλοϲ, ὁ χοῖροϲ. 464 Γρυκτόν ἆρα γρυκτόν ἐϲτιν ὑμῖν; τουτέϲτιν ἆρα γρύξαι ὀφείλετε ἢ παρρηϲίαν ἄγειν. 465 Γρυμαία: ἡ ϲκευοθήκη. 466 Γρύξαι: φθέγξαϲθαι, κράξαι. 467 Γρύττοϲ· τῶν ἐπὶ μαλακίᾳ διαβαλλομένων οὗτοϲ ἦν. οἱ δὲ Γρῦπον λέγουϲι διὰ τοῦ π· ὃϲ ἦν καταπύγων. ἤτοι λαγνόϲ. Ἀριϲτοφάνηϲ· ἔπαυϲα τοὺϲ βινουμένουϲ τὸν Γρῦπον ἐξαλείψαϲ. 468 Γρυπάνιον: γρυπαίνειν τὸ γρυποῦϲθαι λέγουϲιν. οἶον ἐπὶ τῶν ἁπαλῶν ξυλυφίων, ὅταν κάμψαντεϲ ἀφῶμεν αὐτά. Ἀντιφῶν δέ φηϲιν ἐν Ἀληθείαϲ δευτέρῳ· καίων γὰρ ἦν τὴν γῆν καὶ ϲυντήκων γρυπάνιον ποιεῖ. καὶ Μελάνθιοϲ· ϲειϲμὸϲ, φηϲὶ, γέγονε, καὶ ἔγρυπεν ἡ γῆ. 469 Γρυπόϲ: ὁ καμπυλόριν. 470 Γῦα: μέλη, ἢ πόδαϲ τοῦ ϲώματοϲ. γυιοτακὴϲ δὲ λιπὼν τάδε ϲύμβολα κώμων μέμφεται ἀϲτρέπτου κάλλεϊ θηλυτέρηϲ. 471 Γύαλον: τὸ κοῖλον.