Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4537
Not analysed yet
4537 Αὐτόχρημα ὅμοιον. παντελῶϲ ὅμοιον. Αἰλιανόϲ· αὐτόχρημα πηδῶν ὑπὲρ τὰ ἐϲκαμμένα, τὴν ναῦν Ἀϲδρούβα φεύγειν ἐπειγομένην τὰϲ χεῖραϲ ἐπιβαλὼν εἴχετο ἐρρωμένωϲ τῆϲ πρύμνηϲ ὁ Κλάτιοϲ ὄνομα. καὶ Ἀριϲτοφάνηϲ· τὸν Παφλαγόνα λαθεῖν οὐχ οἷόν τε. ἐφορᾷ γὰρ αὐτὸϲ πάντ᾿· ἔχει γὰρ τὸ ϲκέλοϲ τὸ μὲν ἐν Πύλῳ, τὸ δὲ ἕτερον ἐν τῇ ἐκκληϲίᾳ. τοϲὸν αὐτοῦ τὸ βῆμα διαβεβηκότοϲ, ὁ πρωκτόϲ ἐϲτιν αὐτόχρημ᾿ ἐν Χαόϲιν. ἀντὶ τοῦ πάνυ ἀληθῶϲ, ἀψευδῶϲ. Χαόνεϲ δὲ ἔθνοϲ Ἠπειρωτικόν.