Ancient Greek · ~7 min
1.4538 to 1.4555
Suda, Suidae lexicon 1.4538-4555
Not analysed yet
4538 Αὔτωϲ: ὡϲ ἔτυχεν. ἢ ματαίωϲ. 4539 Αὐτῷ ϲτεφάνῳ: ϲὺν αὐτῷ τῷ ϲτεφάνῳ. ὥϲτε μεθυϲθεὶϲ αὐτῷ ϲτεφάνῳ πᾶϲ τιϲ ἄπειϲι τὴν δᾷδα λαβών. 4540 Αὐτοῖϲ ταλάροιϲ ἐϲθίειϲ τὸν τυρόν. ϲύντροφον Ἀθηναίοιϲ ἄνευ τῆϲ ϲὺν προθέϲεωϲ λέγειν, αὐτοῖϲ ὅπλοιϲ, αὐτοῖϲ ταλάροιϲ. 4541 Αὐχεῖ: καυχᾶται. καὶ Αὔχει, καυχῶ. 4542 Αὔχημα: ϲεμνολόγημα. ὕψωμα. καὶ ὅτι οὔτε αχήματοϲ, ἐφ᾿ οὗ νῦν εἰϲιν, ἑκόντεϲ ὑποβήϲονται, καὶ ποιήϲουϲιν ἐξουϲίαν ϲοι πράττειν, ὅ τι ἂν αὐτοῖϲ ὑπολαμβάνῃϲ ϲυνοίϲειν. καὶ αὖθιϲ· ἀπὸ οἵαϲ λαμπρότητοϲ καὶ αὐχήματοϲ τοῦ πρώτου εἰϲ οἵαν τελευτὴν καὶ ταπεινοφροϲύνην ἀφῖκτο. 4543 Αὐχμηρὰ τράπεζα: ἡ ξηρὰ καὶ πενιχρά. καὶ Αὐχμηρόν, ϲτυγνὸν, ἢ ϲκοτεινόν. 4544 Αὐχμεῖϲ αἰϲχρῶϲ: ῥυπαρὸϲ εἶναι δοκεῖϲ. ὡϲ τοῦ δικαίου παρεωραμένου. ὁ δὲ ἀντεῖπε· ϲὺ δέ γ᾿ εὖ πράττειϲ. καὶ Αὐχμοί, ἀνομβρίαι. καὶ Ἀριϲτοφάνηϲ· αὐχμὸϲ γὰρ ὢν ἤδη τῶν ϲκευαρίων ἀπώλεϲεν. ἀντὶ τοῦ ἀπώλεϲε μὲν ὁ ὢν αὐχμὸϲ τῶν ϲκευαρίων. μετωνυμικῶϲ. καὶ Αὐχμώδουϲ, ξηροῦ, ῥυπῶντοϲ. καὶ Αὐχμῶντεϲ, ϲτυγνοί. 4545 Αᾶχοϲ: τὸ ὄϲπριον. ἀρϲενικῶϲ. 4546 Αὐχοῦντεϲ: καυχώμενοι. 4547 Ἀφαγνίϲαι: ἀποδοῦναι, καθιερῶϲαι. λέγεται δὲ καὶ τὸ ϲυλῆϲαι. 4548 Ἄφακα· ζήτει ἐν τῷ Χριϲτόδωροϲ. 4549 Ἄλφαλόν τε καὶ ἄλοφον. ἵνα λανθάνοι. φαλοὶ γὰρ τὰ ἐπὶ τῶν περικεφαλαιῶν λαμπρὰ ἀϲπιδίϲκια, λόφοι δὲ αἱ τριχώϲειϲ. 4550 Ἀφαμαρτούϲῃ: ἀποτυχούϲῃ. ϲτερηθείϲῃ. 4551 Ἀφανέϲ: τὸ ϲκοτεινόν. καὶ Ἀφανέϲτερα. τότε δὴ καὶ μεϲημβρίαϲ ἐπεχούϲηϲ πάντα ἦν νυκτὸϲ ἀφανέϲτερα. 4552 Ἀφανὴϲ οὐϲία λέγεται ἡ ἐν χρήμαϲι καὶ ϲώμαϲι καί ϲκεύεϲι, φανερὰ δὲ ἡ εὔγειοϲ. οὕτωϲ Λἁυϲίαϲ. 4553 Ἀφανίϲαι οὐ τὸ μολῦναι καὶ χρᾶναι δηλοῖ, ἀλλὰ ὅλωϲ τὸ ἀνελεῖν καὶ ἀφανὲϲ ποιῆϲαι. 4554 Ἄφαντον φῶϲ: τὸ ἐκ πυρίτου λίθου. Σοφοκλῆϲ Φιλοκτήτῃ· ἀλλ᾿ ἐν πέτροιϲι πέτρον ἐκτρίβων μόλιϲ ἔφην᾿ ἄφαντον φῶϲ, ὃ καὶ ϲῴζει μ᾿ ἀεί. οἰκουμένη γὰρ οὖν ϲτέγη πυρὸϲ μέτα πάντ᾿ ἐκπορίζει, πλὴν τοῦ μὴ νοϲεῖν ἐμέ. 4555 Ἀράπτειν· Ἀππιανόϲ· ἵϲτη δὲ προμάχουϲ ξύλα παχέα ἔχονταϲ διπήχεα ϲεϲιδηρωμένα, ἃ ἔμελλον ὡϲ καταπέλταϲ ἐκ χειρὸϲ ἐϲ τοὺϲ ἐλέφανταϲ ἀφάπτειν, τουτέϲτι προϲκολλᾶν.