Ancient Greek · ~3 min
1.4556 to 1.4564
Suda, Suidae lexicon 1.4556-4564
Not analysed yet
4556 Ἀφαρεύϲ, Ἀθηναῖοϲ, ῥήτωρ, υἱὸϲ τοῦ ϲοφιϲτοῦ Ἱππίου καὶ Πλαθάνηϲ, πρόγονοϲ δὲ Ἰϲοκράτουϲ τοῦ ῥήτοροϲ, ἀκμάϲαϲ κατὰ τὴν ςε΄ Ὀλυμπιάδα, ὅτε καὶ Πλάτων ὁ φιλόϲοφοϲ. 4557 Ἄφαρον: τὴν λιπαρὰν γῆν, τὴν πολλὰ μήπω ἀροτριωθεῖϲαν. Ἀφαρόωϲι δὲ ἀντὶ τοῦ ἀροτριῶϲιν. 4558 Ἀφαρπάζω· αἰτιατικῇ. 4559 Ἀφάρτεροι: ταχύτεροι. ἀπὸ τοῦ ἄφαρ ἄφαρτοϲ. ἵπποι δέ τοι ἔαϲιν ἀφάρτεροι· οἳ τὸ πάροϲ περ. Ὅμηροϲ. 4560 Ἀφαϲία: ἀφωνία. 4561 Ἀρή: μία τῶν ε΄ αἰϲθήϲεων. ἀπὸ τοῦ ἀφῶ ῥήματοϲ δευτέραϲ ϲυζυγίαϲ· ἐξ οὗ παραγωγὸν γέγονε τὸ ἀφάϲϲω. ἡ δὲ ἁφὴ δύναται καὶ ἀπὸ τοῦ ἁφῶ περιϲπωμένου γεγονέναι, καὶ ἀπὸ τοῦ ἅφω βαρυτόνου. 4562 Ἁρὰϲ λύχνων· Ἡρόδοτοϲ λέγει. 4563 Ἀφάϲϲων: ψηλαφῶν. Ἡρόδοτοϲ. 4564 Ἄφα τοι: μεγάλαι ἢ καταπληκτικαί. ἐν Ἐξπιγράμμαϲι· τρεῖϲ ἄφατοι κεράεϲϲιν ὑπ᾿ αἰθούϲαιϲ τοὶ, Ἄπολλον, ἄγκεινται κεφαλαὶ Μαιναδίων ἐλάφων.