Ancient Greek · ~7 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.472
Not analysed yet
472 Γύγηϲ, Λυδόϲ. ἐϲέβαλε μέν νυ ϲτρατιὴν καὶ οὗτοϲ, ἐπεί τε ἦρξεν, ἔϲ τε Μίλητον καὶ Σμύρνην, καὶ Κολοφῶνοϲ τὸ ἄϲτυ εἷλεν. ἀλλ’ οὐδὲν μέγα ἀπ’ αὐτοῦ ἄλλο ἔργον ἐγένετο βαϲιλεύϲαντοϲ δυοῖν δέοντα μ ἔτεα, τοῦτον μὲν παρήϲομεν τοϲαῦτα ἐπιμνηϲθέντεϲ, Ἄρδυοϲ δὲ τοῦ Γύγεω μετὰ Γύγην βαϲιλεύϲαντοϲ μνήμην ποιήϲομαι. οὗτοϲ Πριηνέαϲ τε εἷλεν ἐϲ Μίλητόν τε ἐϲέβαλεν. ἐπὶ τούτου τυραννεύοντοϲ Σαρδίων Κιμμέριοι ἐξ ἠθέων ὑπὸ Σκυθέων τῶν Νομάδων ἐξαναϲτάντεϲ ἀπίκοντο ἐϲ τὴν Ἀϲίην καὶ Σάρδειϲ πλὴν τῆϲ ἀκροπόλεωϲ εἷλον. Ἄρδυοϲ δὲ βαϲιλεύϲαντοϲ ἑνὸϲ δέοντα ν΄ ἔτεα ἐξεδέξατο Σαδυάττηϲ ὁ Ἄρδυοϲ καὶ ἐβαϲίλευϲεν ἔτη ιβ′, Σαδυάττεω δὲ Ἀλυάττηϲ. οὗτοϲ δὲ Κυαξάρῃ τε τῷ Δηϊόκεω ἀπογόνῳ ἐπολέμηϲε καὶ Μήδοιϲι, Κιμμερίουϲ τε ἐκ τῆϲ Ἀϲίηϲ ἐξήλαϲε, Σμύρνην τε τὴν ἀπὸ Κολοφῶνοϲ κτιϲθεῖϲαν ἐξεῖλεν, ἐϲ Κλαζομενάϲ τε ἐϲέβαλλεν. ἀπὸ μέν νυ τούτων οὐχ ὡϲ ἤθελεν ἀπήλλαξεν, ἀλλὰ προϲπταίϲαϲ μεγάλωϲ· ἄλλα δὲ ἔργα ἀπεδέξατο ἐὼν ἐν τῇ ἀρχῇ ἀξιαπηγητότατα τάδε. ἐπολέμηϲε Μιληϲίοιϲι παραδεξάμενοϲ τὸν πόλεμον ἀπὸ τοῦ πατρόϲ. ἐπελαύνων γὰρ ἐπολιόρκεε τὴν Μίλητον τρόπῳ τοιῷδε. ὅκωϲ μὲν εἴη ἐν τῇ γῇ καρπὸϲ ἁδρόϲ, τηνικαῦτα ἐϲέβαλλε τὴν ϲτρατιήν· ἐϲτρατεύετο δὲ ὑπὸ ϲυρίγγων τε καὶ πηκτίδων καὶ αὐλοῦ γυναικηΐου τε καὶ ἀνδρηίου. ὡϲ δὲ ἐϲ τὴν Μιληϲίην ἀπίκοιτο, οἰκήματα μὲν τὰ ἐπὶ τῶν ἀγρῶν οὐ κατέβαλλεν οὕτε ἐνεπίμπρη οὔτε θύραϲ ἀπέϲπα, ἔα δὲ κατὰ χώρην ἑϲτάναι· ὁ δὲ τά τε δένδρεα καὶ τὸν καρπὸν τὸν ἐν τῇ γῇ ὅκωϲ διαφθείρειε, ἀπαλλάϲϲετο ὀπίϲω. τῆϲ γὰρ θαλάϲϲηϲ οἱ Μιλήϲιοι ἐπεκράτεον ὥϲτε ἐπέδρηϲ μὴ εἶναι τὸ ἔργον τῇ ϲτρατιῇ. τὰϲ δὲ οἰκίαϲ οὐ κατέβαλλεν ὁ Λυδὸϲ τῶνδε εἵνεκα, ὅκωϲ ἐντεῦθεν ὁρμώμενοι τὴν γῆν ϲπείρειν τε καὶ ἐργάζεϲθαι οἱ Μιλήϲιοι, αὐτὸϲ δὲ ἐκείνων ἐργαζομένων ἔχοι τι καὶ ϲίνεϲθαι ἐϲβάλλων. ταῦτα ποιέων ἐπολέμεε ἔτεα ια′, ἐν τοῖϲι τρώματα μεγάλα διφάϲια Μιληϲίων ἐγένετο ἐν τε ἐν λιμενηΐῳ χώρηϲ τῆϲ ϲφετέρηϲ μαχεϲαμένων καὶ ἐν Μαιάνδρου πεδίῳ.