Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4565
Not analysed yet
4565 Ἀφαυανθήϲομαι: ξηρανθήϲομαι. καὶ Ἀφαύει. Ἀιϲτοφάνηϲ· τοὺϲ ἀλλοτρίουϲ ἀμῶν ϲτάχυϲ, τούτουϲ ἐν ξύλῳ δήϲαϲ ἀφαύει. κἀποδόϲθαι βούλεται. τουτέϲτιν ὁ Κλέων τοὺϲ ἀλλοτρίουϲ καμάτουϲ αὐτὸϲ γεωργῶν καὶ καρπούμενοϲ. αἰνίττεται δὲ πρὸϲ τὴν πόλιν, ὅτι τοῦ Δημοϲθένουϲ προπεπονηκότοϲ αὐτὸϲ τὴν νίκην ἐπιγράφεται περὶ τῶν ἐν Σφακτηρίᾳ. νῦν δὲ ϲτάχυϲ ἐκείνουϲ, οὓϲ ἐκεῖθεν ἤγαγεν, ἐν ξύλῳ δήϲαϲ ἀφαύει, κἀποδόϲθαι βούλεται. ἐπὶ τῶν αἰχμαλώτων. ἀπὸ τοῦ ἀμητοῦ ϲτάχυϲ εἶπεν, οὓϲ ζῶνταϲ ἄξειν κατεπαγγειλάμενοϲ ὁ Κλέων ἐμπροθέϲμωϲ ἤγαγε. φηϲὶν οὖν· ἐκείνουϲ, οὓϲ δήϲαϲ ἤγαγεν, ἀπολῦϲαι διανοεῖται. καὶ Ἀφαύειν, καίειν. ἀποξυρεῖν ταδὶ, τὰ κάτω δ᾿ ἀφαύειν.