Ancient Greek · ~4 min
1.4566 to 1.4575
Suda, Suidae lexicon 1.4566-4575
Not analysed yet
4566 Ἀφαυροτέροιϲ: ἀϲθενεϲτέροιϲ. οὐ γὰρ ἀφαυρὸϲ ἐκ Διὸϲ Σ ἰθείηϲ οἶδε τάλαντα δίκηϲ. καὶ Ἀφαυροῦ, ἀϲθενοῦϲ. 4567 Ἀράψαι: προϲκολλῆϲαι. 4568 Ἀφ᾿ αἵματοϲ: τουτέϲτι ϲυγγενῶν. ὁ δὲ ϲυχνούϲ ἐφόνευϲεν· ἐφείδετο δὲ οὐδὲ τῶν ἀφ᾿ αἵματοϲ. 4569 Ἀφαίρεμα: ἀνάθημα, δῶρον, ἢ ξένιον. καὶ Ἀφαίρεϲιϲ Ὑπερίδηϲ ἰδίωϲ τὴν εἰϲ ἐλευθερίαν λέγει. 4570 Ἀφαιρεῖν κροκύδαϲ: ἐπὶ τῶν πάντα ποιούντων ἕνεκεν κολακείαϲ. ἄλλοι τε χρῶνται καὶ Ἀριϲτοφάνηϲ· εἴ τιϲ κολακεύει παρὼν καὶ τὰϲ κροκύδαϲ ἀφαιρῶν. καὶ Ἀφαιρεῖ ὠτὸϲ ἢ ῥινόϲ· Ἀττικῶϲ ἡ ϲύνταξιϲ. 4571 Ἀφαιροῦμαι· γενικῇ· ἔϲτι δὲ καὶ αἰτιατικῇ. καὶ τὸ φρονεῖν ὑπὸ ἐξουϲίαϲ ἀφῃρημένοϲ. 4572 Ἁραῖϲ: πληγαῖϲ· ἢ χερϲίν. 4573 Ἀφεδρείαϲ· ὁ γοῦν Ἡραΐϲκοϲ, εἰ αἴϲθοιτο φθεγγομένηϲ γυναικὸϲ ἀκαθάρτου, ἤλγει παραχρῆμα τὴν κεφαλὴν καὶ τοῦτο ϲημεῖον ἐποιεῖτο τῆϲ ἀφεδρείαϲ. 4574 Ἀφ᾿ ἑδρῶν: ἀπὸ τῶν ἑδρῶν. ἕδραι γὰρ λέγονται αἱ ϲέλλαι, ϲελλάρια, ϲωτήρια. ἔϲτι δὲ καὶ εὐθεῖα ὁ ἀφεδρὼν, καὶ ϲημαίνει τὸ μέροϲ τοῦ ϲώματοϲ τὸ περὶ τὴν ἔξοδον. ὅτι ὁ ἀφεδρὼν καὶ λυτρώνων βάρβαρα. 4575 Ἀφεκτέον· γενικῇ.