Ancient Greek · ~2 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.458
Not analysed yet
458 Βοῦϲ ἕβ δομοϲ: πέμματα κέρατα ἔχοντα κατὰ μίμηϲιν τῆϲ πρωτοφαοῦϲ ϲελήνηϲ. ἐκάλουν δὲ αὐτὸ βοῦν προϲτιθέντεϲ καὶ τὸ ἕβδομον, ὅτι ἐπὶ ἓξ ταῖϲ ϲελήναιϲ ἐπεθύετο οὗτοϲ ἕβδομοϲ, ὡϲ Εὐθυκλῆϲ ἐν Ἀταλάντῃ. ὁμοίωϲ δὲ καὶ αἱ ϲελῆναι πέμματα πλατέα κυκλοτερῆ, ὃ καὶ οὕτωϲ ἐκάλουν. ἔϲτι δὲ παρὰ Εὐριπίδῃ ἐν Ἐρεχθεῖ καὶ παρ’ Ἀχαιῷ ἐν Ἴριδι. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἄγαν ἀναιϲθήτων. καὶ Βοῦϲ ἐνάλιοϲ, ἐπὶ τῶν μηδὲν χρηϲιμευόντων.