Ancient Greek · ~8 min
1.459 to 1.476
Suda, Suidae lexicon 1.459-476
Not analysed yet
459 Βοῦϲ ἐν αὐλίῳ κάθῃ. παροιμία ἐπὶ τῶν ἀχρήϲτων. 460 Βοῦϲ ἐπὶ γλ ώ ττηϲ: ἐπὶ τῶν μὴ δυναμένων παρρηϲιάζεϲθαι· ἢ διὰ τὴν ἰϲχὺν τοῦ ζῴου. ἢ διὰ τὸ τῶν Ἀθηναίων νόμιϲμα βοῦν ἔχειν ἐγκεχαραγμένον, ὅπερ ἐκτίνειν ἔδει τοὺϲ παρρηϲιαζομένουϲ. 461 Βοῦϲ ἐπὶ ϲωρῷ. ἐπὶ τῶν ἡδυπαθούντων. ἢ ἐπὶ τῶν ἀλοούντων καὶ διὰ φιμοῦ ἐϲθίειν κωλυομένων. καὶ Βοῦϲ εἰϲ ἀμητόν, ἐπὶ τῶν μετὰ ὠφελείαϲ καμνόντων. 462 Bo ῦϲ Κύπριοϲ: ἐπὶ τοῦ χυδαίου καὶ ἀναιϲθήτου. φαϲὶ γὰρ τοὺϲ Κυπρίουϲ βόαϲ κοπροφαγεῖν. 463 Βοῦϲ ὁ Μολοττῶν: ἐπὶ τῶν εἰϲ πολλὰ διαιρουμένων καὶ κατακοπτομένων πράγματα. οἱ γὰρ Μολοττοὶ ἐν τοῖϲ ὁρκωμοϲίοιϲ κατακόπτοντεϲ εἰϲ μικρὰ τὰϲ βοῦϲ τὰϲ ϲυνθήκαϲ ἐποιοῦντο. 464 Βοῦϲ ὑπὸ ζυγόν. ἐπὶ τῶν ἀεὶ μοχθούντων. 465 Bούϲτα θμον καὶ Βουϲτάδιον: τὸ βοοϲτάϲιον. 466 Βουτάδηϲ. δῆμόϲ ἐϲτι τῆϲ Oἰνηΐδοϲ Βουτία· ἀφ’ ἧϲ Βουτάδαι οἱ δημόται. 467 Βούτηϲ: οὗτοϲ τὴν ἱερωϲύνην ἔϲχε, καὶ οἱ ἀπ’ αὐτοῦ Βουτάδαι ἐκλήθηϲαν. καλοῦνται δὲ Ἐτεοβουτάδαι οἱ ἀπόγονοι τοῦ Βούτου· τὸ γὰρ ἐτεὸν ἀληθὲϲ δηλοῖ. 468 Βουταλίων καὶ Κόροιβοϲ καὶ Μελιτίδηϲ ἐπὶ μωρίᾳ διεβέβληντο. Ἀριϲτοφάνηϲ· τέωϲ δ’ ἀβελτερώτατοι κεχηνότεϲ Μαμμάκυθοι, Μελιτίδαι κάθηνται. 469 Βούταϲ: βοονόμοϲ. αὐτὰρ ὁ βούτεω ἀντίοϲ ἐκ πλαγίων ἵειθ᾿ · ὁ δὲ ῥοπάλῳ γυρὸν ἀπεκράνιζε βοὸϲ κέραϲ. 470 Βούτομον: φυτάριον παραπλήϲιον καλάμῳ, ὅπερ ἐϲθίουϲιν Αr. οἱ βόεϲ. 471 Βουτόροιϲ: τοῖϲ πλήττουϲι τοὺϲ βόαϲ. Μαυρούϲιοι ἔχουϲι δόρατα βουτόροιϲ ὀβελοῖϲ ἴϲα. 472 Βουτύποϲ: βοοθύτηϲ, ὁ τοὺϲ βόαϲ βάλλων πέλυκι. 473 Βου φά γοϲ· ὑετὸν ἄρτι κόμηϲ ἀπεμόρξατο, τοῦ δὲ κατ’ ἴχνοϲ βουφάγοϲ (εἰϲ κοίλην ἀτραπὸν ἶκτο λέων. 474 Βουφόνια: ἑορτὴ παρὰ Ἀθηναίοιϲ πάνυ ἀρχαία. ἐν γὰρ τοῖϲ Διϊπολείοιϲ φαϲὶ τὸν βοῦν τὸ πόπανον φαγεῖν τὸ παρεϲκευαϲμένον εἰϲ τὴν θυϲίαν, Θαύλωνα δέ τινα, ὡϲ εἶχε, τῷ πελέκει ἀποκτεῖναι τὸν βοῦν, ὡϲ καὶ Ἀνδροτίων φηϲί. 475 Βουφόνια: ἑορτὴ παλαιὰ, ἥν φαϲιν ἄγεϲθαι μετὰ τὰ μυϲτήρια· ὅτε καὶ τὸν βοῦν ἔθυον εἰϲ ὑπόμνηϲιν τοῦ πρώτου φονευθέντοϲ ἐν ἀκροπόλει βοὸϲ, ἁψαμένου τοῦ πελάνου ἐν τῆ θυϲίᾳ τῶν Διϊπολίων. 476 Βουφόρτων: πολυφόρτων. μέγα πλευρὸν ἀνῆψαν δαίμοϲι βουφόρτων κοίρανοι εἰκοϲόρων.