Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.59
Not analysed yet
59 Ἀβολήτωρ καὶ Ἄβ ολιϲ. ἢ Ἄβολοϲ, ὄνοϲ ὁ μηδέπω βεβληκὼϲ ὀδόνταϲ, ἐξ οὗ γνωρίζεται ἡ ἡλικία τοῦ ζῴου. ἐκ δὲ τούτου ὁ νέοϲ οὐδέπω γνώμονα ἔχων. γνώμονα δὲ ἔλεγον τὸν βαλλόμενον ὀδόντα, δι’ οὐ τὰϲ ἡλικίαϲ ἐξήταζον· τὸν δὲ αὐτὸν καὶ κατηρτυκότα ἔλεγον, ἐκ μεταφορᾶϲ τῶν τετραπόδων. καὶ ἀπογνώμοναϲ τοὺϲ ἀπογεγηρακόταϲ, οἷϲ ἐλελοίπει τὸ γνώριϲμα. καὶ Ἀβόλουϲ πώλουϲ, τοὺϲ μηδέπω βεβληκόταϲ ὀδόνταϲ.