Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4668
Not analysed yet
4668 Ἄχαζ, βαϲιλεὺϲ Ἰερουϲαλήμ. οὗτοϲ τὸ ἐν τοῖϲ θηϲαυροῖϲ ἀργύριον ἔπεμψε Θεγλαφαλαϲὰρ, τῷ Ἀϲϲυρίων βαϲιλεῖ, δεόμενοϲ ῥυϲθῆναι Σύρων τε καὶ Ἰϲραηλιτῶν. κἀκεῖνοϲ αὐτῷ βοηθῶν ἐπεϲτράτευϲε Δαμαϲκῷ. ἐνταῦθα αὐτῷ ϲυντυχὼν Ἄχαζ ἐθεάϲατο θυϲιαϲτήριον καὶ ἀρεϲθεὶϲ αὐτῷ μέτρα τε αὐτοῦ λαβὼν ἀπέϲτειλεν εἰϲ Ἱερουϲαλὴμ κελεύϲαϲ Οὐρίᾳ τῷ ἱερεῖ τοιοῦτον αὐτόθι οἰκοδομῆϲαι. καὶ ἀναζεύξαϲ ἔθυϲεν ἐπ᾿ αὐτῷ τοῖϲ Σύρων θεοῖϲ τὸν ναὸν ἀποκλείϲαϲ τοῦ θεοῦ. τούτου δὲ τελευτήϲαντοϲ, ὁ υἱὸϲ αὐτοῦ Ἐζεκίαϲ καὶ Ῥοβούα τῆϲ Ζαχαρίου θυγατρὸϲ βαϲιλεύει ἐν Ἱερουϲαλὴμ ἁπάντων εὐϲεβέϲτεροϲ.