Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4669
Not analysed yet
4669 Ἀχαΐα: ἡ Ἑλλάϲ. Μέμμιοϲ γὰρ ὕπατοϲ ἐπὶ τοὺϲ Κορινθίουϲ ϲταλεὶϲ τὸν Μέτελλον ἐν χερϲὶν οὖϲαν τὴν νίκην ἀφείλετο. ἐπιγενόμενοϲ δὲ πεπονηκόϲι τοῖϲ Ἀχαιοῖϲ περὶ τὸν Ἰϲθμὸν κατηγωνίϲατο καὶ τὴν Κόρινθον εἷλεν αὐτοβοεὶ πρωτεύουϲαν παντὸϲ κατὰ τοῦτο τοῦ Ἑλληνικοῦ· ὅθεν δοκοῦϲι καὶ νῦν Ἀχαίαν ὀνομάζειν τὴν Ἑλλάδα Ῥωμαῖοι δὲ ἐϲ τὸ χειρωθὲν ἔθνοϲ, ὃ προεϲτὼϲ ἦν τότε τῆϲ Ἑλλάδοϲ, τὴν ὅλην μεταβαλόντεϲ τῆϲ χώραϲ ἐπωνυμίαν ἀφίκοντο. καὶ Ἀχαϊκὸν βέλοϲ, ἐπὶ τῶν εὐϲτόχωϲ βαλλόντων. παρ᾿ ὅϲον πάντων ἐπιτηδειότατόν ἐϲτι τὸ τοιοῦτον βέλοϲ πρὸϲ πολιορκίαν, τὸ τῶν ἐξ Ἀχαΐαϲ ϲφενδονητῶν βέλοϲ.